Ancient Greek
P.Tebt. 3 748
Documentary Papyri, P.Tebt. 3.1 748
Not analysed yet
Ἀγάθων Πάτρωνι χαίρειν. γέγραφεν ἡμῖν Ἀμμώνιος ἀποστεῖλαι αὐτῶι εἰς τὴν πόλιν ὑποζύγια ἁμαξικά, ὡς τοῦ βασιλέως σπεύδοντος περὶ αὐτῶν. ὡς ἂν οὖν λάβῃς τὰ γράμματα, περιελθὼν τοὺς κατὰ σὲ τόπους μετὰ Ζηνοδώρου ὅσα ἂν εὑρίσκῃς πέμψον εἰς πόλιν ἵνα τι …θέντα ἀποσταλῆι, μελέτω δὲ …θεν παρα …μας δε …Ζηνόδωρον …ν κ… ἔτους …κδ περὶ ὑποζυγίων. Πάτρωνι.