Ancient Greek
P.Tebt. 3 758
Documentary Papyri, P.Tebt. 3.1 758
Not analysed yet
Διονυσίωι. ἔδει σε ἐν τῶι σῶι τραχήλωι ἐμπαίζειν, καὶ μὴ ἐν τῶι ἐμῶι. φαίνῃ εἰς μανίαν ἐμπεπτωκέναι, διὸ λόγον σαυτοῦ οὐ ποιεῖς καὶ ὑπομεμένηκας, ὥστε μεθʼ ὧν συμπαίζεις ὑπὸ τούτων μυκτηρίζεσθαι. γνῶθι διότι οὐ τελωνίας προέστηκας ἀλλὰ χειρισμοῦ ἀβαστάκτου, ὥστε πρὸς ταῦτα ἐχὼν κατάληγε ?. εἰ ἡδύ ἐστιν τὸ κωθωνίζεσθαι καὶ ἐν σκέπηι εἶναι, οὐκ ἐπιλογίζει τὴν αὐριον. Διονυσίωι.