Ancient Greek
P.Tebt. 3 759
Documentary Papyri, P.Tebt. 3.1 759
Not analysed yet
……ν Νικίου προσέγραψεν ……λωι προφερόμενον μὴ δύνασθαι αὐτὰ παρέχειν ἕνεκα τοῦ ἀποθνῄσκειν. φαίνομαι οὖν τὰ δέοντα καὶ τεθνηκότα ζητήσειν διὰ τὴν σὴν ὀλιγωρίαν. ἦ γὰρ οὕτως ἐπιτέτροφας ὥστε τὰ μοσχάρια προσερρίφθαι τῶι κυάμωι, καὶ μὴ οὐχὶ ἀπέστειλας ν… ἤτοι πρὸς Ἀγάθωνα ἢ …σ…ου; οὐχ ὁρῶ πῶς δυνήσει προίστασθαι τῶν ἰδίων. διὸ καὶ σκόπει μήποτε ἀντὶ γνώσεως εἰς διαφοράν σοι ἔρχωμαι. ἔρρωσο. ἔτους κα Ἐπεὶφ κϛ.