Ancient Greek
P.Tebt. 3 760
Documentary Papyri, P.Tebt. 3.1 760
Not analysed yet
…των οἶδας ὅτι οὐ δύνομαι γράφειν τῆι μητρὶ οὔτε τῶι πατρί. ἔγραψάς μοι περὶ τῆς λείας· τὸν καιρὸν τηρῶ. τὰς δὲ ψμ ἃς ἔδωκας Ἑργεῖ οὐθʼ ἅπαξ ἔδωκεν οἷς ὀφείλω οὔτε ἐμοί, γέγραφα οὖν σοι ὅπως εἰδῆις. δέδωκα Ἁρπεχείμι κίρκους γ ὥστε σοὶ δοῦναι καὶ Τοτοῆτι ῥάβδον ὥστε τῶι πατρί. περὶ δὲ τῶν κατʼ ἐμὲ πολλά ἐστίν σοι γράφειν ὃν τρόπον στενῶς διάκειμαι. ἀκούσας δὲ τὰ κατὰ τὸν Πτολεμαῖον ἐλυπήθην σφόδρα. σὺ οὖν ἐπιμέλου τοῦ πατρὸς καὶ τῆς μητρὸς …τας σοι κι… ἀνεγκλητ… καὶ εἰσὶ …τῶι υἱῶι σου …λι… το… κλιβάνιον. ἔρρωσο. ἔτους η …