Ancient Greek
P.Tebt. 3 762
Documentary Papyri, P.Tebt. 3.1 762
Not analysed yet
…καὶ ἡ ἀδελφὴ …γὰρ αὐτῶ… ὁ στέφανος …ι… πέπεισμαι δὲ καὶ ὅτι τοῦ θεοῦ θέλοντος ἕξει τὴν σωτηρίαν, πλὴν ὅτε ἔσται οὐκ οἴδαμεν διὰ τὸ ἐγκεκλεῖσθαι. ἐὰν οὖν σοι μελήσῃ, ἔσται διέξοδος. ἐν ἀρχῆι μου γράψαντος περὶ αν… ου, ἵνα ἔχωμεν ἐγώ τε καὶ ἡ ἀδελφή, οὔ μοι ἀντέγραψας· φρόντισον οὖν περὶ οὗ σοι γέγραφα, ὁμοίως δὲ καὶ ἐάν τινα ἔχῃς ἀποστεῖλαι πρὸς τὴν μητέρα καὶ τ… …ἵνα ἐπισκέψηται πῶς ἔχουσι καὶ οἱ περὶ τὸν Ζήνωνα καὶ τὰ παιδάρια, ἵνα καὶ περὶ πάντων μοι γράψῃς καὶ μὴ λίαν ἀγωνιῶ πρὸς τοῖς λοιποῖς καὶ αὐτοί τε εἰδῶσι τὰ καθʼ ἡμᾶς ὅτι ἐστὶν τοιαῦτα. καὶ περὶ …τοῦ μικροῦ ἐπίσκεψαι, ἤκουσα γὰρ συμβῆναί τι αὐτοῖς, καὶ εἰδήσας γράψον μοι ἀκριβῶς. ἔρρωσο.