Ancient Greek
P.Tebt. 3 763
Documentary Papyri, P.Tebt. 3.1 763
Not analysed yet
Πτολεμαῖος Πτόλλει χαίρειν. τὰς περὶ τῶν κατὰ Δίφιλον ἐπιστολὰς παρακατέσχηκα μή ποτε ἠξίωσαι, εἰ δʼ ἔτι καὶ νῦν μηδέπω ἠξίωσαι, ἀκριβῶς μαθὼν ποῦ λέγει εὑρηκέναι αὐτὰς τὰ ἀργυρώματα εὐσήμως γράψον, οὐ γάρ ἐστιν γράφειν ἐπιψελλῶς περὶ τοιούτου εἴδους. ἔρρωσο. Πτόλλει.