Ancient Greek
P.Tebt. 3 765
Documentary Papyri, P.Tebt. 3.1 765
Not analysed yet
…καὶ βουλόμενος ἀποστεῖλαι εἰς τὸ ἱερὸν κλείνην καὶ τύλην ἐκωλύθην ὑπὸ Τεχώσιος προσλοιδορηθεὶς δὲ ταψ…κ… πληγὰς ἀπρεπεῖς …ν…ουσα…υνομεν Πτολεμαῖον τὸν γραμματέα ἀντὶ παιδαρί… …δ… ἵστασθαι καὶ εἰς χεῖρας ἐλθεῖν ἐπέσχον κ… μὴ δίκαιον εἶναι μέχρι τοῦ σὲ παραγενέσθαι ὅπως διὰ σοῦ ἕκαστα διεξαχθῇ. ὀμνύω δὲ θεοὺς πάντας καὶ ἔτι τὸν δαίμονα τοῦ βασιλέως, ἐὰν μὴ ἐν τάχει ἀναβῇς συνσκευασάμενος, οὐ μή με ἴδῃς ἐν Κροκοδείλων. λύει γὰρ καλῶς Πτολεμαῖον ἀπὸ τῶν ξ ἀνδραποδιστὶ ἄγεσθαι, ὥστε μὴ μείνῃς. …μ…ου… εἰδέναι εἰ παρ… ἡσυχίαν ἐμπεσεῖν θεὸς τυχ… ἔρρωσο. ἔτους κη Παῦνι ιη.