Ancient Greek
P.Tebt. 3 766
Documentary Papyri, P.Tebt. 3.1 766
Not analysed yet
Διονύσιος Πολέμωνι χαίρειν. ε…ψ…ε…ρ… καε…εις… ἐλήλυθα ἠξίωσα δὲ διαγράψαι ὑπὲρ Εὐτέρπης Διονυσίου τῆς ἀδελφῆς μου καὶ γυναικὸς εἰς τὴν ἀπόμοιραν τοῦ ἐν Ὀξυρύγχοις ἀμπελῶνος μετρητοῦ α 𐅵ἀνὰ Αφ Βσν, ἀνηλωμάτων σν, γίνονται Βφ, καθότι καὶ ἐγὼ ἀνέγκλητός σοι γέγονα· εἰ δὲ μή, πραθήσεται τὸ χωρίον. καὶ ἐγὼ ἀποστελῶ σοι τῆι λ. τοῦτο δὲ ποιήσας ἔσῃ μοι κεχαρισμένος. ἔρρωσο. ἔτους λε Θωὺθ κα. τραπεζίτηι Πολέμωνι.