Ancient Greek
P.Tebt. 3 768
Documentary Papyri, P.Tebt. 3.1 768
Not analysed yet
……τοὺς πράσσοντας τὰς κοινωνικάς, Ἀρτεμίδωρον δὲ τὸν θεοῖσιν ἐχθρὸν ἐκκεκρουκέναι ἀφʼ ὧν ἐμεμετρήκημεν τοῦ ἐσχάτου ἡμιαρταβίου εἰς κοινωνικὰς πυρῶν ἀρτάβας εἴκοσι πέντε . καὶ οὐθὲν εἰς τὸ ἔσχατον ἡμιαρτάβιον ἡμῖν Πτολεμαῖος Ἁρψάλεις προσεδέξατο πλὴν ἢ ἀρτάβας κε διὰ τὸ μὴ εἰληφέναι σε σύμβολον, τὰ γὰρ πάντα ἐν παρέργωι τίθης. καὶ βουλομένων αὐτῶν κτήνη ἐνεχυράσαι οὐχ ὑπεμείναμεν τὴν βίαν αὐτῶι δοῦναι μετὰ τὸ προσαγηοχέναι ἑαυτῶι ἱκανούς, καὶ οὐκ ἠβουλήθη ἐπισχεῖν μέχρι τοῦ ὑγιαίνοντά σε παραγενηθῆναι. κατὰ τύχην δὲ Δημητρίου παραγενομένου εἰς τὴν κώμην οὐδʼ οὕτως ἀνέλυσαν, ἀλλὰ πείθεται τὸ παραχρῆμα συνσχεθῆναι, ἐκπλέξαντος δέ μου τὸ ὑποκείμενον ἀνέλυσαν εἰς ἄλλας κώμας. γίνωσκε δὲ μὴ δεδωκέναι με τὴν βίαν μέχρι τοῦ σὲ παραγενέσθαι τὴν ταχίστην. περὶ δὲ τῶν κατὰ τὸν Ἡρακλεοπολείτην ἃ ἐνετείλατέ μοι τετέλεκα ἐγὼ καὶ Πτολεμαῖος. ἐπισκοποῦνται δέ σε οἱ ἐν οἴκωι πάντες καὶ ἡ ἀδελφή σου καὶ Παραιβάτης καὶ Φιλέας καὶ Δημητρία ἡ νεωτέρα. περὶ δὲ τοῦ κλήρου ὑγιαίνει ἀπὸ τοῦ ὄμβρου. ἐπιμέλου δὲ καὶ σαυτοῦ ἵνʼ ὑγιαίνοντά σε τὴν ταχίστην ἀσπασώμεθα. ἔρρωσο. ἔτους β Χοίαχ κε. διοκ…υλιοναδι…τ…εως δραχμ φ.