Ancient Greek
P.Tebt. 3 767
Documentary Papyri, P.Tebt. 3.1 767
Not analysed yet
Ἀπολλώνιος καὶ οἱ συνστρατευόμενοι Διονυσίωι τῶι ἀδελφῶι χαίρειν. ἀπεδεδώκειμεν …ἐνταῦθα τῆι γυναικὶ τοῦ χαλκοῦ δραχμὰς Γ. καλῶς ποιήσεις ἀνταποδοὺς τοῖς οὖσι ἐν Μένδητει Ὥρωι Σισούχου καὶ Πτολεμαίωι …ε…τος ἐκ τοῦ ἡμετέρου ὀνόματος, καὶ μὴ κατασχῇς αὐτούς. εἰ δʼ ἄλλως ποιήσεις, ἔσῃ πάντας ἡμᾶς λελυπηκώς. ἔρρωσο. …