Ancient Greek
P.Tebt. 3 774
Documentary Papyri, P.Tebt. 3.1 774
Not analysed yet
Ἀμμώνιος Διονυσίου, βασιλικὸς γεωργὸς καὶ ἔπεργος, κατοικῶν Κροκοδίλων πόλιν τοῦ Ἀρσινοΐτου νομοῦ, ἀντιγέγραμμαι ἐπὶ τοῦ πάππου τοῦ βασιλέως τὸ σιτικὸν ἐργαστήριον τῶν περὶ Φιλωτερίδα τῆς Θεμίστου μερίδος τὸ κε ἔτος καὶ συνσεσιτολόγηκα μεθʼ Ἡρακλείδου τὸ ἐργαστήριον ἐπὶ τοῦ πατρὸς εἰς τὸ β ἔτος καὶ μετὰ Θέωνος τοῦ Διονυσίου τὸ περὶ Πηλούσιον ἐργαστήριον καὶ Ἀπιάδα τῆς Θεμίστου μερίδος ὡσαύτως τὸ ιδ ἔτος, καὶ ἐπὶ τοῦ βασιλέως ε…τ… τοὺς περὶ Καμίνους τόπους τῆς Πολέμωνος μερίδος τὸ γ ἔτος καὶ τοὺς περὶ Μέμφιν ὡσαύτως τὸ δ καὶ ε ἔτος, καὶ τὸ …ἔτος τὸ ἐργαστήριον τοῦ Ἀρσινόης χώματος τοπ…ις… καὶ σεσιτολόγηκα μετὰ Ἰσιδώρου τὸ περὶ Βουβάστον ἐργαστήριον τὸ …ἔτος καὶ ἐκτίθεμαι πυρῶν ἀρταβ Αφ, καὶ μετὰ Ἡλιοδώρου τὸ αὐτὸ ἐργαστήριον τὸ ιζ ἔτος καὶ ἐκτίθεμαι πυρῶν ἀρταβ τ, καὶ τὸ ιη ἔτος …μόνος Βουβάστον αὐτὴν καθʼ αὑτήν, καὶ κατὰ γνῶσιν χρηματιστῶν περὶ ὧν ᾔτησεν Ἡλιόδωρος χαλκοῦ τάλαντον α ψ. περὶ δὲ τούτων πάντων ηνα… ἀν… εἰς τὸ ἐν Μέμφι μέγα Σεραπιῆον. εὐτύχει.