Ancient Greek
P.Tebt. 3 775
Documentary Papyri, P.Tebt. 3.1 775
Not analysed yet
……ι ἡγεμόνι τότε ὄντι ἐπὶ τῶν τόπων …φα…νι προσκαλεσάμενοί με διὰ ἄγνοιαν γεγονέναι, εἰς δὲ τὸ λοιπὸν μὴ ἐπελεύσεσθαι τῶι κλήρωι, ὅθεν συνχωρῆσαί με ἤδη ὅσου ἠβούλοντο ἐκφορίου τὴν ἄρουραν …ες αὐτοῦ τοῦ κβ ἔτους. τοῦ δʼ εἰς τὸ κγ ἔτος σπόρου περιχωματίσαντός μου καὶ ποτίσαντος δαπανήσας χαλκοῦ δραχμὰς Αχ καταβάντες οἱ παρὰ σοῦ γεωργοὶ ἐλάσαντες τοὺς παρʼ ἐμοῦ κατέσπειραν σίτωι. ὅθεν …ασθεὶς παρὰ σοῦ ἀξιῶ, ἐὰν φαίνηται, τὴν περὶ τούτων ἐπίσκεψιν ποιήσασθαι, εἰ δʼ ἀληθῆ γράφω …ἐπιτρέπειν ἐπιβαίνειν …ἐπὶ τὸν μεμετρημένον …μοι κλῆρον παρὰ ……ας τῆς χρείας …τούτου γὰρ γενομένου ἔσομαι τετευχὼς τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει.