Ancient Greek
P.Tebt. 3 779
Documentary Papyri, P.Tebt. 3.1 779
Not analysed yet
Πτολεμαίωι ἀρχισωματοφύλακι καὶ στρατηγῶι παρὰ Διοδότου καὶ Ἡσιόδου καὶ Ἀργαίου Θρᾳκῶν τῶν κατοικούντων ἐν Βερενικίδι Θεσμοφόρου. ἐπεδώκαμέν σοι ὑπόμνημα τοῦ ϛ ἔτους κατὰ …ὑπὲρ τοῦ βιαζόμενον αὐτὸν οἴεσθαι κατοικοδομεῖν τὸν καταλελειμμένον ὑπὸ τοῦ πατρὸς ἡμῶν ἐπὶ οἰκήσει τόπον ψιλὸν περὶ τὴν αὐτὴν κώμην, ὃ οἱ περὶ τὸν Διόδοτον αἰσθόμενοι ἐπέστειλαν χρηματισμὸν πρὸς Ἀριστόδημον τὸν ἐπὶ τῶν τόπων τεταγμένον παραγγεῖλαι αὐτῶι παρεῖναι ἐπὶ σέ. ἐπελθὼν νυκτὸς μετὰ π… καὶ οἰκοδόμους ἀγαγὼν ἐπὶ τὸν τόπον ἐπῳκοδόμησε τεῖχος τῶι πύργωι ἡμῶν …φε…ων εἰς τὸν τόπον ἀπέφραξε …