Ancient Greek
P.Tebt. 3 780
Documentary Papyri, P.Tebt. 3.1 780
Not analysed yet
……ἀρχισωματοφύλακι καὶ στρατηγῷ ……ἀδικούμεθα ……ὁ ἐγκαλούμενος …ἐν Ψιντεώ ……ἀνὰ μέσον τοίχων ……τῆι βίαι …Πτολεμαίωι ἀρχισωματοφύλακι καὶ στρατηγῷ παρὰ Ἑριέως τοῦ Ἁρφαήσιος βασιλικοῦ γεωργοῦ τῶν ἐκ Ψιντεώ. ἐπεὶ τοῦ πατρός μου μεταλλάξαντος τὸν βίον ἔτι νεωτέρου μου ὄντος Θαρεῦς τις Θηβαία βιασαμένη με, συνεργοὺς προσλαβομένη Διότιμον τὸν παρὰ Δημητρίου τοῦ γινομένου πρὸς τῆι δωρεᾶι καὶ Ἡλιόδωρον τὸν …νε…, ᾠκοδόμησαν ἐν τῶι ἐμῶι πατρικῶι ψιλῶι τόπωι πυργίον δεκάπηχυ παρὰ τὸ καθῆκον, τὸ δὲ διάγραμμα διαγορεύει ἐάν τις ἐν ἀλλοτρίωι χωρίωι οἰκοδομήσηι, στερέσθω τοῦ οἰκοδομήματος. ἀξιῶ σʼ, ἐπεὶ ἡ μὲν Θαρεῦς τετελεύτηκεν Πετεσοῦχος δέ τις καὶ ἡ τούτου ἀδελφὴ Καμοῦς ἀντιποιοῦνται τῶν ταύτης, προσκαλεσάμενον αὐτοὺς ἐπισκέψασθαι περὶ τούτων, καὶ ἐὰν ἦι οἷα γράφω, συναναγκάσαι ἐκχωρεῖν ἐκ τοῦ τόπου. τούτου γὰρ γενομένου τεύξομαι διὰ σὲ βοηθείας. Ἀπολλωνίωι· καταστῆσαι. ἔτους ι Φαρμοῦθι κθ. …