Ancient Greek
P.Tebt. 3 810
Documentary Papyri, P.Tebt. 3.1 810
Not analysed yet
βασιλευόντων Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καί βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς ἔτους ἕκτου καὶ τριακοστοῦ ἐφʼ ἱερέως Πτολεμαίου τοῦ γενομένου ἐκ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς πρεσβυτάτου Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Ἰσιδώρας τῆς …,κανηφόρου Ἀρσινόης Φιλαδέλφου Φιλυλλιοῦς τῆς Φιλώτου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Τιμοῦς τῆς Θε…υκου μηνὸς Αὐδναίου ἑβδόμηι, Ἐπεὶφ ἑβδόμηι, ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν. ὅρκος ὃν ὤμοσεν ὑφʼ ὃν καὶ ἐχειρογράφησεν Πολεμάρχωι …καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων …Ἀπολλώνιος Ἀπολλωνίου Ἀθηναῖος κυβερνήτης …κοντωτοῦ. ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασίλισσαν Κλεοπάτραν τὴν ἀδελφὴν καὶ βασίλισσαν Κλεοπάτραν τὴν γυναῖκα θεοὺς Εὐεργέτας καὶ θεὸν Φιλομήτορα καὶ θεὸν Εὐπάτορα καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας εἶ μὴν …διοικητοῦ α…αγω… ἐπιστατείας επα …χρηματισμοῖς ει…λ…ορου τοῦ ἐπιμελητοῦ …μοι…ν…ε… περὶ τῶν …αρ… …δραχμῶν πεντακισχιλίων …κα…