Ancient Greek
P.Tebt. 3 811
Documentary Papyri, P.Tebt. 3.1 811
Not analysed yet
βασιλευόντων Πτολεμαίου καὶ Πτολεμαίου τοῦ ἀδελφοῦ καὶ Κλεοπάτρας τῆς ἀδελφῆς τῶν Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους πέμπτου ἐφʼ ἱερέως Μελλικομάνου τοῦ …Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος …τῆς Νουμηνίου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου …τῆς Εὐμήλου, ἱερείας Ἀρσινόης Φιλοπάτορος Κλεαινέτης τῆς Νουμηνίου, μηνὸς Ἀπελλαίου ἐννεακαιδεκάτηι Παῦνι ἐννεακαιδεκάτηι, ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ. ὅρκος ὃν ὤμοσεν ὑφʼ ὃν καὶ ὑπεχειρογράφησεν Διογένει τῶι ἐξειληφότι τὴν τοῦ ἐγκυκλίου ὠνὴν εἰς τὸ αὐτὸ ἔτος Ἄδραστος Ἀδράστου Ἑστιεὺς τῶν παρὰ Νουμηνίου δεκανικός. ὀμνύω βασιλέα Πτολεμαῖον καὶ βασιλέα Πτολεμαῖον τὸν ἀδελφὸν καὶ βασίλισσαν Κλεοπάτραν τὴν ἀδελφὴν τοὺς ἐκ βασιλέως Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας θεῶν Ἐπιφανῶν θεοὺς Φιλομήτορας καὶ θεοὺς Ἐπιφανεῖς καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Σωτῆρας καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας …ἐλευθερῶ παιδα… τεταγμένος τὰ …Ἐπιφάνους βασιλικοῦ γραμματέως …