Ancient Greek
P.Tebt. 3 813
Documentary Papyri, P.Tebt. 3.1 813
Not analysed yet
Φερῶυς κωμογραμματεὺς Βουβάστου Βακχίωι καὶ Ποσειδωνίωι σιτολόγοις χαίρειν. τὰς ἀνηνεγμένας ὑπέρ μου ἐν προσαγγέλματι ἐν τῶι Ἁθὺρ μηνὶ πυρῶν ἀρτάβας τριακοσίας πεντήκοντα, γίνονται τν, ἀπομετρήσω ὑμῖν εἰς τὸν ἐν Βουβάστωι θησαυρὸν ἕως ιε τοῦ αὐτοῦ μηνός, ἢ ἀποτείσω ἡμιόλιον τὸ προγεγραμμένον πλῆθος. ἔρρωσθε. ἔτους κ Ἁθὺρ α.