Ancient Greek
P.Tebt. 3 814
Documentary Papyri, P.Tebt. 3.1 814
Not analysed yet
Ἀρσινοΐτου νομοῦ διὰ κήρυκος Ἀνδρονίκου προσέβαλεν Βοΐσκος ὑπηρέτης Ἀλεξάνδρου πράκτορος ἀμπελῶνα ἐν ὧι ληνός. ἄλλο μέρος τῆς αὐτῆς προσβολῆς· τὰ παραδειχθέντα ὑπὸ Θερώυτος τῆς Νεκταθύμιος Ἀρσινοΐτιδος μετὰ κυρίου Ἡρακλείδου τοῦ Ἀπολλωνίου Πέρσου τῶν ἐπέργων. ἄλλο μέρος τῆς αὐτῆς προσβολῆς· Θερώυτος δὲ παραδειξάσης μετὰ κυρίου Ἡρακλείδου τοῦ αὐτοῦ. ὠνῆς μέρους ἀντίγραφον· ἔτους η Γορπιαίου β Φαῶφι α ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ, ἀγορανομοῦντος Νικολάου. ἐπρίατο Θερῶυς Νεκταθύμιος Ἀρσινοῗτις ὡς ἐτῶν ν μελίχρως στρογγυλοπρόσωπος βραχεῖα εὐθύρριν, οὐλὴ ὀφρύι δεξιᾶι, μετὰ κυρίου Ἡρακλείδου τοῦ Ἀπολλωνίου Πέρσου τῶν ἐπέργων ὡς ἐτῶν με μελίχροος βραχέος σκαμβοῦ σπανοπώγωνος. ἄλλο μέρος τῆς αὐτῆς ὠνῆς· κατὰ προσβολὴν οἰκίαν καὶ πυλῶνα καὶ λουτρῶνα. ἄλλης ὠνῆς μέρους ἀντίγραφον· ἔτους η Γορπιαίου β Φαῶφι α ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ ἀγορανομοῦντος Νικολάου. ἐπρίατο Θερῶυς Νεκταθύμιος Ἀρσινοῗτις ὡς ἐτῶν ν μελίχρως στρογγυλοπρόσωπος βραχεῖα εὐθύρριν, οὐλὴ ὀφρύι δεξιᾶι, μετὰ κυρίου Ἡρακλείδου τοῦ Ἀπολλωνίου Πέρσου τῶν ἐπέργων ὡς ἐτῶν με μελίχροος βραχέος σκαμβοῦ σπανοπώγωνος παρὰ Βοΐσκου ὑπηρέτου Ἀλεξάνδρου πράκτορος κατὰ προσβολὴν ἀμπελῶνα. ἀντίγραφον μέρους καταβολῆς· ἔτους η Μεσορὴ κε. ὁμολογεῖ Σωκράτης διαγεγραφέναι ἐπὶ τῆς Πύθωνος τραπέζης τῆς ἐν Κροκοδίλων πόλει βασιλεῖ Θερῶυν Νεκταθύμιος Ἀρσινοῗτιν μετὰ κυρίου Ἡρακλείδου τοῦ Ἀπολλωνίου Πέρσου τῶν ἐπέργων τέλος οἰκίας καὶ πυλῶνος καὶ λουτρῶνος. ἐνεχυρασίας μέρους ἀντίγραφον· ἔτους η Δαισίου η. παρέδειξεν Θερῶυς Νεχθαθύμιος Ἀρσινοῗτις μετὰ κυρίου Ἡρακλείδου τοῦ Ἀπολλωνίου Πέρσου τῶν ἐπέργων Βοΐσκωι ὑπηρέτηι Ἀλεξάνδρου πράκτορος ἀμπελῶνα ἐν ὧι καὶ ληνὸς τὸν ὄντα κατὰ Σύρων κώμην ὑπάρχον Πετεσούχου τοῦ Ψενίθου Συραιγυπτίου εἰς τὴν ὑπάρχουσαν παρʼ αὐτοῦ πρᾶξιν κατὰ τ… χρηματιστῶν …κλέους Εὐθηνίου …ἀπογραφὴ ἁλικῶν εἰς τὸ …ἔτος διὰ Ἀτερώυτος· Ἀτερῶυς Φανήσιος παντόπωλις, Θασῖς Σεμθέως θυγάτηρ, γίνεται θηλυκὰ β. ὁμοίως Ἡρακλείδης Ἀπολλωνίου, Ἀπολλώνιος υἱός, Διονυσόδωρος υἱός, Ἀμμώνιος υἱός, γίνονται δ. Ἀτερῶυς Φανήσιος παντόπωλις, Θασῖς Σεμθέως θυγάτηρ, ὁμοίως Ἡρακλείδης Ἀπολλωνίου, Ἀπολλώνιος υἱός, Διονυσόδωρος υἱός, Ἀμμώνιος υἱός. ἀντίγραφον διαγραφῆς· ἔτους κ Τῦβι . πέπτωκεν ἐπὶ τὸ ἐν τῆι πόλει λογευτήριον Δαμασίαι τῶι παρὰ Θεοξένου βασιλεῖ παρὰ Θασῖτος τῆς Σεμθέως τέλος ἀνανεώσεως οἰκίας καὶ τῶν συγκυρόντων τῶν ὄντων ἐν Κροκοδίλων πόλει ἃ ἔφη ὑποθεῖναι α…ουβεστοριαι χαλκοῦ δραχμῶν υπ καὶ τόκου τοῦ προσγενομένου ἕως Χοίαχ τοῦ ιθ ἔτους δραχμῶν ρη, τόκου ἕως Χοίαχ τοῦ κ ἔτους δραχμῶν ρη, γίνονται χϙϛ, χαλκοῦ πρὸς ἀργύριον δραχμαὶ ιγ ὀβολοὶ ε 𐅵?. …