Ancient Greek
P.Tebt. 3 841
Documentary Papyri, P.Tebt. 3.2 841
Not analysed yet
Ἄλκιμος ὁ πρὸς τῆι τετάρτηι τῶν ταριχηρῶν καὶ πανταπωλῶν Ὀξυρύγχων τοῦ δ ἔτους Ἀνδρονίσκωι Ὡρίωνος χαίρειν. ἀπέχω παρὰ σοῦ τὴν σύνταξιν τοῦ Μεσορὴι καὶ τῶν ἐπαγομένων ἡμερῶν ε τοῦ αὐτοῦ ἔτους καὶ οὐθέν σοι ἐγκαλῶ. ἔτους δ Μεσορὴι ιε.