Ancient Greek
P.Tebt. 3 842
Documentary Papyri, P.Tebt. 3.2 842
Not analysed yet
…ο…ς Ἁρσιήσει κωμάρχηι Ὀξυρύγχων καὶ τοῖς πρεσβυτέροις χαίρειν. ἀπέχω παρʼ ὑμῶν τὰ ἐπεσταλμένα ὑμῖν ἀχύρου τοῦ τριακοστοῦ ἔτους μώια ὄντα διακόσια, γίνεται σ, καὶ οὐθὲν ὑμῖν ἐγκαλῶ. ἔρρωσθε. ἔτους λα Θοὼθ ϛ.