Ancient Greek
P.Tebt. 3 843
Documentary Papyri, P.Tebt. 3.2 843
Not analysed yet
…πρὸς χαλκὸν ὑπὸ Χαιρήμονος τῶν διαδόχων καὶ ἐπιμελητοῦ ἄρουραι τϙ ιϛ λβ, ἀφʼ ὧν εἰσιν τῶν πρὸς σῖτον ἄρουραι λ ἀνὰ α ἀρτάβαι λ. τῶν λοιπῶν ἄρουραι τξ ιϛ λβ, ὧν μίσθωσις ἕως τοῦ κη ἔτους Διονυσίωι ἐπὶ τὸ αὐτὸ τοῦ νομοῦ χαλκοῦ τάλαντον α Δφ. ουδε Λύσις ἱπποτρόφος καὶ ἀντιγραφεὺς Πετοσίρει …χαίρειν. παρείληφα παρὰ σοῦ ὥστε τοῖς διʼ ἐμοῦ τρεφομένοις ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ βασιλικοῖς ἵπποις ἐν τῶι Τῦβι μηνὶ τοῦ κθ ἔτους χόρτου διμναίους δέσμας Β. …ἄλλο Λύσις ἱπποτρόφος καὶ ἀντιγραφεὺς Σεμθεῖ Φθαῦτος χαίρειν. παρείληφα παρὰ σοῦ ὥστε τοῖς διʼ ἐμοῦ τρεφομένοις ἐν Κροκοδίλων πόλει τοῦ Ἀρσινοΐτου νομοῦ βασιλικοῖς ἵπποις ἐν τῶι Τῦβι μηνὶ τοῦ κθ ἔτους χόρτου διμναίους δέσμας χιλίας πεντακοσίας, γίνονται Αφ.