Ancient Greek
P.Tebt. 1 142
Documentary Papyri, P.Tebt. 4 1099
Not analysed yet
Μεγχῆς κωμογραμματεὺς Κερκεοσίρεως τῆς Πολέμωνος μερίδος Ὥρωι χαίρειν. ὄντι μοι ἐν Πτολεμαίδι Εὐεργέτιδι πρὸς τῆι ἐπιδόσει τῶν ἐπαιτουμένων λόγων προσέπεσεν ἡμῖν τοὺς ἐκ τῆς κώμης βασιλικοὺς γεωργοὺς ἀνακεχωρηκέναι ἐπὶ τὸ ἐν Ναρμοῦθι ἱερόν. καλῶς ἔχειν ὑπέλαβον προσανενέγκαι ὅπως εἰδῇς. ἔρρωσο. ἔτους δ Φαῶφι κ. Ὥρωι.