Ancient Greek
P.Tebt. 1 239
Documentary Papyri, P.Tebt. 4 1100
Not analysed yet
ἐλήφθη ἔτους γ Μεχεὶρ κδ. Μαρρῆς Μεγχεῖ χαίρειν. τῆς παρὰ Ὥρου βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν δηλοῖ παρακεχωρῆσθαι Φιλοναύτει Ἀπολλωνίου κλήρου περὶ Κερκεοσῖριν ἀρουρῶν ε τὸ ἀντίγραφον ὑποτετάχαμεν ὅπως εἰδὼς κατακολουθῇς τοῖς ἐπεσταλμένοις. ἔρρωσο. ἔτους γ Μεχεὶρ κα. Ὧρος Μαρρεῖ χαίρειν. τῆς παρὰ Ἀριστίππου τοῦ πρὸς τῆι συντάξει τῶν κατοίκων ἱππέων ἐπιστολῆς ἀντίγραφον ὑπόκειται. ἔρρωσο. ἔτους γ Μεχεὶρ ιθ. Ἀρίστιππος Ἀπολλωνίωι χαίρειν. τοῦ δεδομένου ἡμῖν ὑπομνήματος παρὰ Φιλοναύτου τὸ ἀντίγραφον ὑπόκειται. ἐπεὶ οὖν καὶ οἱ παρʼ ἡμῶν γραμματεῖς ἀνενηνόχασι γεγονέναι αὐτῶι τὴν παραχώρησιν τῶν ε ἀρουρῶν, …Μεγχεῖ.