Ancient Greek
1.112.13 to 1.114.14
Documentary Papyri, P.Thmouis 1 1.112.13-1.114.14
Not analysed yet
προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ γ 𐅵,γίνονται δραχμαὶ σκζ ὀβολοὶ ε 𐅵χαλκοῦς α, γίνονται διοικήσεως δραχμαὶ ρϛ ὀβολοὶ δ 𐅵χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ ϛ τετρώβολον χαλκοῦς α, γίνονται δραχμαὶ ριγ ὀβολοὶ β 𐅵χαλκοῖ γ, ἱερατικῶν δραχμαὶ σιθ τριώβολον χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ γ 𐅵,γίνονται δραχμαὶ σλ ἡμιωβέλιον χαλκοῖ γ, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τμγ ὀβολοὶ γ 𐅵χαλκοῖ β. καὶ τῶν κατὰ τὸ η ἔτος ὁ τοῦ η ἔτους τῶν πόλεων γραμματεὺς δηλώσας δούλου πραθέντος ἀτελεῖ τὰ ὑπὲρ ἀποκοπῆς ὀφειλόμενα ἔτι ἀπὸ τοῦ ϛ ἔτους παραγεγράφθαι ἔγραψεν ὀφείλειν τὰ τοῦ η ἔτους ἐπικεφάλια κουφισθῆναι, ἅπερ, τοῦ χρηματισμοῦ ἐπεσκεμμένου ἐπενεχθέντος, διεστάλη καθʼ ὁμοιότητα ἑτέρων δούλων πραθέντων ἀτελέσι, περὶ ὧν Φλαούιος Τιτιανὸς ὁ ἡγεμονεύσας, ἀνενεχθέντος αὐτῷ ὑπὸ τοῦ βασιλικοῦ γραμματέως τὸν χρηματισμὸν ἐπεσκεμμένον ἐπενηνέχθαι αὐτῷ, ἔγραψεν τῷ διαλογισμῷ σταθήσεσθαι· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος κατὰ τὰ πρότερα ἔτη διαστέλλεται, ἐπεὶ οὐδὲν ὡς περὶ αὐτῶν τῷ ἔναγχος γενομένῳ τοῦ νομοῦ διαλογισμῷκριθὲν φανερόν μοι ἐγένετο. μητροπόλεως Θμούεως α ἀμφόδου …μερίδος Ἀλέξανδρος δοῦλος Διδύμου καὶ Ἀνεικήτου ἀμφοτέρων Παήσιος τοῦ Ἰσιδώρου ἐτῶν ν, δηλωθεὶς πεπρᾶσθαι τῷ …ἔτει Μεσορὴ ὑπὸ τῶν προγεγραμμένων διὰ Ἀμμωνίου Ἥρωνος συναλλαγματογράφου Θμούεως Ἰσιδώρῳ Σαραπίωνος τοῦ καὶ Διδύμου Σωσικοσμείῳ τῷ καὶ …εῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον . κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων ἀναλαμβανόμενα πρὸς τοὺς ἀπὸ κώμης Ψῶβθον Ἁρυώτεως τῆς τοῦ Φερνουφείτου τοπαρχίας ὁ κωμογραμματεὺς πρὸς τὸ η ἔτος, φήσας τὴν κώμην ἐξ ἐφόδου ἐμπεπρῆσθαι ἔτι ἀπὸ τοῦ ζ ἔτους ἀκολούθως τοῖς Βλασσιανῷ τῷ ἡγεμονεύσαντι γραφεῖσι, διέστειλεν προσθεὶς τοὺς ἐν αὐτῇ ἄνδρας ἀπὸ πλείονος ἀριθμοῦ εἰς μόνους β κατηντηκέναι, οὕσπερ ἀνακεχωρηκέναι.