Ancient Greek
1.114.15 to 1.116.16
Documentary Papyri, P.Thmouis 1 1.114.15-1.116.16
Not analysed yet
ἔνθεν κατʼ ἀκολουθίαν αὐτοῦ ἔκτοτε μέχρι τοῦ ι ἔτους ἐπεσχέθη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο, διαστέλλεται. Φερνουφείτου Ψῶβθον Ἁρυώτεως ὑποκειμένου κωμογραμματέως ἐφοδίου διαλογισμοῦ δραχμαὶ ξ, αἳ καθαραὶ δραχμαὶ νϛ ὀβολοὶ β 𐅵χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ γ τριώβολον χαλκοῦς α, …υ δραχμ κ αἳ καθαραὶ δραχμαὶ ιη πεντώβολον, προσδιαγραφομένων δραχμὴ α ὀβολὸς, γίνονται αἱ προκείμεναι, γίνονται διοικήσεως δραχμαὶ οε ὀβολὸς α 𐅵χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ δ τετρώβολον χαλκοῦς α, γίνονται ἀργυρίου δραχμαὶ π, εἰδῶν τοκαδείας δραχμαὶ ρ καὶ ἐξ ἐπικλασμοῦ δραχμαὶ ξβ, γίνονται δραχμαὶ ρξβ, προσδιαγραφομένων δραχμαὶ ι ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ ροβ ἡμιωβέλιον χαλκοῖ β, διοικήσεως ὑποκειμένου καὶ κηρυκικοῦ δραχμὴ α πεντώβολον χαλκοῦς α, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῦς α, γίνονται δραχμὴ α ὀβολοὶ ε 𐅵χαλκοῖ β, ἐπιστατείας φυλακιτῶν δραχμαὶ λβ, προσδιαγραφομένων δραχμαὶ β, γίνονται δραχμαὶ λδ, γίνονται διοικήσεως δραχμαὶ ριε ὀβολοὶ ε 𐅵χαλκοῖ β, εἰδῶν δραχμαὶ ροβ ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ σπη ἡμιωβέλιον . μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ, καθὼς ἐπάνω δεδήλωται, δραχμαὶ κϛ ὀβολοὶ β 𐅵χαλκοῖ β, ὧν διοικήσεως δραχμαὶ ιβ ὀβολοὶ β 𐅵χαλκοῖ β, εἰδῶν δραχμαὶ ιδ, γίνονται αἱ προκείμεναι, λοιπαὶ διοικήσεως δραχμαὶ ργ τριώβολον, εἰδῶν δραχμαὶ ρνη ἡμιωβέλιον χαλκοῖ β, γίνονται δραχμαὶ σξα ὀβολοὶ γ 𐅵χαλκοῖ β, …ωμ… Ζμούμεως …Φερνουφείτου …π…επ… πρὸς ἀμφιβολέας ὡς ὄντας τὸν ἀριθμὸν λα καθʼ ἕκαστον ἄνδρα δραχμαὶ κ. ἐπεὶ οὖν ὁ κωμογραμματεύς, φήσας τῶν ἀμφιβολέων τοὺς μὲν τετελευτηκέναι, τοὺς δὲ ἀνῃρῆσθαι ὑπὸ τῶν ἀνοσίων Νικωχειτῶν ἐπελθόντων τῇ Ζμούμι, καὶ περὶ τῆς ἐφόδου γραφῆναι ὑπὸ τοῦ στρατηγοῦ Ὡρείωνος καὶ Κοδράτου ἑκατοντάρχου τῷ ἡγεμονεύσαντι Βλασσιανῷ καὶ εἰς μόνους καταντῆσαι εἰς ε, τῶν διαφερόντων κϛ τὸ μέρος ἐκούφισεν, ὅπερ ὑπʼ ἐμοῦ τῷ η ἔτει καὶ τοῖς ἑξῆς ἔτεσι ἐπεσχέθη καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται ἄχρι κρίσεως, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο.