Ancient Greek
1.119.1 to 1.121.16
Documentary Papyri, P.Thmouis 1 1.119.1-1.121.16
Not analysed yet
καὶ τῶν κατὰ τὸ ζ ἔτος δούλου δηλωθέντος πεπρᾶσθαι ἀστῇ τὰ ἐπικεφάλια ἀνελήμφθη, ἄχρις ἂν ὁ χρηματισμὸς ἐπεσκεμμένος ἐπενεχθῇ. τούτου δὲ ἐπενεχθέντος, τὰ ἀναλαμβανόμενα, καθʼ ὁμοιότητα ἑτέρων δούλων πραθέντων ἀτελέσι, ὧν τὰ ἐπικεφάλια, ὡς τοῦ χρηματισμοῦ τῷ πρὸ ἐμοῦ βασιλικῷ γραμματεῖ ἐπενεχθέντος, ἐπεσχέθη, Φλαουίου Τιτιανοῦ τοῦ ἡγεμονεύσαντος περὶ ἑτέρων ἀντιγράψαντος αὐτῷ τῷ διαλογισμῷ σταθήσεσθαι, διεστάλη τῷ ζ ἔτει καὶ ἑξῆς κατʼ ἔτος ἄχρι τῆς τοῦ κρατίστου ἡγεμόνος διαγνώσεως· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος ἐπέχεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτοῦ κριθὲν φανερόν μοι ἐγένετο. μητροπόλεως Θμούεως ια ἀμφόδου τῶν ἐπὶ Μένδητος ἀναγραφομένων, ὄντων δὲ ἀπὸ Θμούεως κ ἀμφόδου α μερίδος· Χρήσιμος δοῦλος Καλλεῖτος τῆς καὶ Ἡροῦτος Ἀφροδεισίου, δηλωθεὶς πεπρᾶσθαι τῷ κδ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου διὰ τοῦ καταλογείου ὑπὸ τῆς προγεγραμμένης Καλλεῖτος Φιλοξένᾳ τῇ Ἀμμωνίου ἀστῇ μετὰ κυρίου Φιλοξένου Ζωίλου Σωσικοσμείου τοῦ καὶ Ἀλθαιέως, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται ἀργυρίου δραχμαὶ ιε ἡμιωβέλιον . κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων ἀναλαμβανόμενα ἐν τοῖς ἀπὸ κωμῶν τινῶν οἱ κωμογραμματεῖς τοῦ ζ ἔτους διέστειλαν φήσαντες τὰς κώμας πάλαι πολυάνδρους οὔσας νῦν εἰς ὀλίγους ὅλως περιεστάσθαι, οὓς καὶ ἐν ἀναχωρήσει εἶναι, προσέθηκαν δὲ καὶ Συριακὸν τὸν ἀρίστης μνήμης ἐπὶ τοῦ διαλογισμοῦ τὰ ὅμοια ἀπολελυκέναι. τὰ οὖν ἐκ τούτου ἐπισχεθέντα καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Νεομψονομοὺν Νεβλάμμεως ὑποκειμένου τοπογραμματέως δραχμαὶ μ, κωμογραμματέως ἐφοδίου διαλογισμοῦ δραχμαὶ μ, γίνονται ὑποκειμένων δραχμαὶ π, αἳ καθαραὶ δραχμαὶ οε ὀβολὸς α 𐅵χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ δ τετρώβολον χαλκοῖ β, γίνονται αἱ αὐταί, τοκαδείας δραχμαὶ κ καὶ ἐξ ἐπικλασμοῦ δραχμαὶ ιβ διώβολον χαλκοῖ β, γίνονται δραχμαὶ λβ διώβολον χαλκοῖ β, προσδιαγραφομένων δραχμαὶ β χαλκοῦς α, γίνονται δραχμαὶ λδ διώβολον χαλκοῖ γ, διοικήσεως ὑποκειμένου καὶ κηρυκικοῦ διώβολον χαλκοῦς α, προσδιαγραφομένων χαλκοῦς α, γίνονται διώβολον χαλκοῖ β, γίνονται δραχμαὶ λδ ὀβολοὶ δ 𐅵χαλκοῦς α, ἐπιστατείας φυλακιτῶν δραχμαὶ μ, προσδιαγραφομένων δραχμαὶ β τριώβολον, γίνονται δραχμαὶ μβ τριώβολον, γίνεται τὸ πᾶν διοικήσεως δραχμαὶ ριε ὀβολοὶ γ 𐅵χαλκοῖ γ, προσδιαγραφομένων δραχμαὶ ζ ὀβολὸς χαλκοῖ γ, γίνονται δραχμαὶ ρκβ πεντώβολον χαλκοῖ β,