Ancient Greek
1.116.17 to 1.118ctr.22
Documentary Papyri, P.Thmouis 1 1.116.17-1.118ctr.22
Not analysed yet
Φερνουφείτου Ζμούμεως εἰδῶν δραχμαὶ φκ, προσδιαγραφομένων δραχμαὶ λβ τριώβολον, γίνονται δραχμαὶ φνβ τριώβολον. οἱ τὰ τῇ Ἐκὺ διαφέροντα …τῷ η ἔτει πράγματα ε… δηλώσαντες ……η ἄνδρας κεφάλαια ἀπὸ ὑποκειμένων καὶ ἄλλων ἀναλαμβαν ἔφησαν ὀφείλειν ἐπισχεθῆναι ἐπὶ τῷ, φησίν, πάλαι τὴν κώμην πολύανδρον εἶναι καὶ διʼ αὐτῶν τὴν ἀπαίτησιν γείνεσθαι, νῦν δὲ εἰς μόνους β κατηντηκέναι, οὕσπερ καὶ ἀνακεχωρηκέναι, καὶ τὴν κώμην ὁλέρημον εἶναι. ἔνθεν τὰ ὑπὸ αὐτῶν ἐπισχεθέντα τῷ η ἔτει καὶ τοῖς ἑξῆς ἔτεσι μετεδόθη εἰς τὸ κατʼ ἀκολουθίαν αὐτῶν καὶ κατὰ τὰ ἐπὶ ἑτέρων κωμῶν δηλωθέντα ἐν ἐποχῇ ταγῆναι· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Ψανείτου Ἐκὺ εἰδῶν τοκαδείας δραχμαὶ ρη καὶ ἐξ ἐπικλασμοῦ δραχμαὶ ξϛ ὀβολοὶ ε 𐅵,γίνονται δραχμαὶ ροδ ὀβολοὶ ε 𐅵,προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ ε 𐅵,γίνονται δραχμαὶ ρπε πεντώβολον, ὑποκειμένου καὶ κηρυκικοῦ δραχμὴ α πεντώβολον ἡμιωβέλιον χαλκοῦς α, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῖ γ, γίνονται δραχμαὶ β ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρπζ ὀβολοὶ ε 𐅵,ὑποκειμένου τοπογραμματέως ἐφοδίου διαλογισμοῦ …ἐπιστατείας φυλακιτῶν δραχμαὶ πδ, προσδιαγραφομένων δραχμαὶ ε ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ πθ ὀβολὸς α 𐅵,τρίτης βαλανείων δραχμαὶ δ, ὑπάρξεως οὐσιακῆς πρότερον Χρήστου τοὺς β ἐκ δραχμῶν λδ ὀβολῶν 2 ἀργυρίου δραχμαὶ ξη τετρώβολον, προσδιαγραφομένων δραχμαὶ δ ὀβολὸς, γίνονται δραχμαὶ οβ πεντώβολον, γίνονται διοικήσεως δραχμαὶ ρκθ ὀβολοὶ ε 𐅵χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ ε διώβολον χαλκοῖ γ, γίνονται ἀργυρίου δραχμαὶ ρλε διώβολον, οὐσιακῶν δραχμαὶ ξη τετρώβολον, προσδιαγραφομένων δραχμαὶ δ ὀβολὸς, γίνονται δραχμαὶ οβ πεντώβολον, εἰδῶν δραχμαὶ ροδ ὀβολοὶ ε 𐅵,προσδιαγραφομένων δραχμαὶ ι ὀβολοὶ ε 𐅵,γίνονται δραχμαὶ ρπε πεντώβολον, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ τϙδ. μετὰ τὰς εἰς ὁμόλογον ἀποκατασταθείσας ὑπὸ τοῦ τοῦ νομοῦ ἐκλογιστοῦ, καθὼς ἐπάνω δεδήλωται …,δραχμαὶ κβ ὀβολοὶ ε 𐅵χαλκοῖ β, ὧν διοικήσεως …δραχμαὶ ια, εἰδῶν …δραχμαὶ ια ὀβολοὶ ε 𐅵χαλκοῖ β, γίνονται αἱ προκείμεναι, λοιπαὶ διοικήσεως δραχμαὶ ρκδ διώβολον, οὐσιακῶν …δραχμαὶ οβ πεντώβολον, εἰδῶν δραχμαὶ ρογ πεντώβολον χαλκοῖ β, γίνονται δραχμαὶ τοα χαλκοῖ β.