Ancient Greek
1.150.16 to 1.152.18
Documentary Papyri, P.Thmouis 1 1.150.16-1.152.18
Not analysed yet
Νωείτου Θαμβὼλ ἀκληρονομήτου ε… ἄρουρα α 𐅵,εἰκοστῆς δραχμὴ α τριώβολον, προσδιαγραφομένων ἡμιωβέλιον ,γίνεται δραχμὴ α ὀβολοὶ γ 𐅵,παραναύλου πυροῦ ἀρτάβαι ε 𐅷μη δραχμαὶ β διώβολον, γίνονται δραχμαὶ γ ὀβολοὶ ε 𐅵,ναυβίου ὀβολοὶ δ 𐅵,χωματικοῦ χαλκοῖ γ οἳ χαλκοῦς α, ἀλλαγῆς χαλκοῖ γ, γίνονται πεντώβολον, προσδιαγραφομένων χαλκοῖ γ, γίνονται πεντώβολον χαλκοῖ γ, θησαυρικοῦ χαλκὸς α, γίνονται ὀβολοὶ ε 𐅵,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ δ πεντώβολον. ἑτέρας ἰδιωτικῆς σιτοφόρου ἐπιγραφῆς μέρος ἐπὶ τῷ εἶναι χρεωστῶν τοῦ φίσκου …α…ς τοῦ ἐμφερομένου ὑπαρχο… ἐν ἀπράτοις ἐτάγη, τὸ δὲ λοιπὸν τῷ δημοσίῳ ἐξεχωρήθη. τῶν δὲ τῆς ὅλης ἐπιγραφῆς ὡς ἐν χέρσῳ ἐπισκεφθέντων τὰ καθήκοντα ἄχρι τοῦ ι ἔτους ἐν ἐποχῇ ἐτάγη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διεστάλη, ἐξ ὧν τὰ ἀργυρικὰ ἐνθάδε τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Πτεμπαθιὼ Θχενήθεως Καλλίμαχος Ἰσχυρίωνος …τος γενομένου τελώνου χ… μέρος ἥμισυ μέρος ἥμισυ ἐωνημένης …τῷ ἀδελφῷ ἀπὸ ἀρουρῶν π ἄρουραι …ὧν ἀπὸ ἱερατικοῦ ὑπολόγου ἄρουραι …καὶ ἀπὸ βασιλικοῦ ἄρουραι …,ἐξ ὧν αἱροῦσι τῷ Καλλιμάχῳ ἄρουραι ι, ἐκκεχώρηνται αἱ λοιπαί, διοικήσεως ναυβίου δραχμαὶ μ, χωματικοῦ χαλκοῖ ρξ οἳ τριώβολον χαλκοῖ β, ἀλλαγῆς δραχμαὶ δ ὀβολὸς χαλκοῖ γ, γίνονται δραχμαὶ μδ ὀβολοὶ δ 𐅵χαλκοῦς α, προσδιαγραφομένων δραχμαὶ β ὀβολοὶ δ 𐅵χαλκοῖ β, γίνονται δραχμαὶ μζ τριώβολον χαλκοῖ γ, θησαυρικοῦ ὀβολοὶ ε 𐅵χαλκοῦς α, παραναύλου πυροῦ ἀρτάβαι ρνϛ 𐅵γ κδ δραχμαὶ ξβ ὀβολοὶ γ 𐅵χαλκοῖ β, γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ρια ἡμιωβέλιον χαλκοῖ β. καὶ τῶν κατὰ τὸ κγ ἔτος ὑποκείμενα καὶ ἄλλα ἀναλαμβανόμενα ἐπὶ κωμῶν τινῶν ὁ κωμογραμματεὺς τῷ κγ ἔτει ἐδήλωσεν ὀφείλειν διασταλῆναι ἄχρι ἡγεμονικῆς διαγνώσεως διὰ τὸ τὴν μὲν ἠρημῶσθαι, ἐπὶ δὲ τῶν ἑτέρων πάλαι πολυανθρώπων οὐσῶν μόνους β ἀναγράφεσθαι, οὓς καὶ ἀνακεχωρηκέναι.