Ancient Greek
1.152.19 to 1.155.3
Documentary Papyri, P.Thmouis 1 1.152.19-1.155.3
Not analysed yet
τῶν δὲ κεφαλαίων διασταλέντων, Ἄννιος Συριακός, ἐν ᾧ ἐποιήσατο τῷ γ ἔτει τοῦ νομοῦ διαλογισμῷ ὑπέγραψεν οὕτως· …ου… τὸ ἐπιβάλλον αὐτοῖς τελεσάτωσαν, τὸ δὲ λοιπὸν οἱ ἄλλοι, ὅταν ἐπανέλθωσιν. ἔνθεν καὶ τῷ γ ἔτει διεστάλη ἄχρι ἐξετάσεως. τῷ δὲ δ ἔτει ὁ κωμογραμματεὺς ἐδήλωσεν καὶ τοὺς ὑπολειπομένους ἄνδρας μὴ καταμένειν ἐν τῇ κώμῃ καὶ τὰ κεφάλαια μετέδωκεν εἰς τὸ ἐπισχεθῆναι, ἅπερ τότε καὶ τῷ ἑξῆς ε ἔτει ὑπὸ τοῦ πρὸ ἐμοῦ βασιλικοῦ γραμματέως διεστάλη καὶ κατʼ ἀκολουθίαν αὐτοῦ ἔκτοτε ἄχρι τοῦ ι ἔτους ἐπεσχέθη· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος τὰ ἀργυρικά, τῶν σιτικῶν ἐν ἑτέρῳ μέρει ἐπισχεθέντων, διαστέλλεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Νεομαρὴ Ψενεριενήψεως ἐπιστατείας φυλακιτῶν δραχμαὶ μη, προσδιαγραφομένων δραχμαὶ γ, γίνονται δραχμαὶ να, ὑποκειμένου κωμογραμματέως ἐφοδίου διαλογισμοῦ δραχμαὶ ιδ, ἐλαιοπώλῃ ἐλαίου χοέως α δραχμαὶ η, γίνονται δραχμαὶ κβ, αἳ καθαραὶ δραχμαὶ κ τετρώβολον χαλκοῖ β, προσδιαγραφομένων δραχμὴ α ὀβολὸς α 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, τοπογραμματέως ἑκάστου ἀνδρὸς δραχμὴ α ἄνδρες κε α… δραχμαὶ κε, ἐλαιοπώλῃ ἐλαίου χοέως 𐅵δραχμαὶ δ, γίνονται καὶ τούτων δραχμαὶ κθ, αἳ καθαραὶ δραχμαὶ κζ ὀβολὸς α 𐅵χαλκοῖ β, προσδιαγραφομένων δραχμὴ α ὀβολοὶ 4 χαλκοῖ β, γίνονται αἱ αὐταί, τοκαδείας δραχμαὶ ϙ τετρώβολον, προσδιαγραφομένων δραχμαὶ ε ὀβολοὶ 4, γίνονται δραχμαὶ ϙϛ διώβολον, διοικήσεως ἑκατοστῆς καὶ κηρυκικοῦ δραχμὴ α χαλκοῦς α, προσδιαγραφομένων χαλκοῖ γ, γίνεται δραχμὴ α ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμαὶ ρϙθ ὀβολοὶ β 𐅵,ἰδιωτικὴ σιτοφόρος ἐπιγραφὴ χρεώστου τῆς λαμπροτάτης τῶν Ἀλεξανδρέων πόλεως ἀκληρονομήτου τελευτήσαντος ἐν χέρσῳ ἐπεσκέφθη. τῶν οὖν καθηκόντων ἄχρι τοῦ ι ἔτους διασταλέντων ἐνθάδε τὰ ἀργυρικὰ καὶ πρὸς τὸ ια ἔτος τίθεται, ἐπεὶ καθότι πρόκειται οὐδὲν ὡς περὶ αὐτῶν κριθὲν φανερόν μοι ἐγένετο. Νεομψονομοὺν Ταναρὴ α 𐅵χερσαμπέλου διὰ Ἀμμωνίου Λάκωνος ἄρουραι γ, διοικήσεως ναυβίου σύνπαντι δραχμὴ α τετρώβολον χαλκοῦς α, προσδιαγραφομένων ἡμιωβέλιον χαλκοῦς α, γίνεται δραχμὴ α ὀβολοὶ δ 𐅵χαλκοῖ β, ἱερατικῶν θησαυρικοῦ χαλκοῖ β, εἰκοστῆς δραχμαὶ γ, προσδιαγραφομένων ὀβολὸς χαλκοῦς α, γίνονται δραχμαὶ γ ὀβολὸς 1 χαλκοῦς α …παραναύλου πυροῦ ἀρτάβαι ε ϛ κδ δραχμαὶ β ἡμιωβέλιον γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ζ ἡμιωβέλιον χαλκοῦς α.