Ancient Greek
1.88.18 to 1.91.2
Documentary Papyri, P.Thmouis 1 1.88.18-1.91.2
Not analysed yet
τοῦ δὲ κωμογραμματέως καθότι πρόκειται δηλώσαντος καὶ τὸν ἐκ τῆς τοῦ …αιου ὑποσχέσεως ἀναλημφθέντα φόρον διεστάλθαι κατὰ τὰ ὑπʼ αὐτοῦ παρατεθέντα τὸ συναγόμενον …των ἐν αὐτοῖς ὡς ἀναλ …κεφαλαίου τῷ θ ἔτει ἐπεσχέθη καὶ ὑπὲρ τοῦ ι ἔτους ὁμοίως ἄχρι κρίσεως· δηλουμένου γὰρ καθότι πρόκειται κατ…υτου μισθωσαμένου τοὺς …υς τόπους ἐφʼ ἔτη ε ὑπεσχῆσθαι τελέσειν ὑπὲρ φόρου τῷ μετὰ τὴν πρώτην διετίαν τριετεῖ χρόνῳ εἰς πλήρωσιν τῆς πενταετίας ἐτήσια δραχμὰς Α καὶ τῆς προσθήκης ἀργυρίου δραχμὰς φ καὶ κατὰ τοῦτο συναγομένων ὑπὲρ φόρου τοῦ τε θ ἔτους καὶ ι ἔτους τῶν ἴσων δραχμῶν Αφ, οὐκ ἐδέησεν αὐτὰ ὑποσχεθῆναι ἕν ἕκαστον, αὐτοὺς μὲν μὴ δεδηλωκ ὅτι καὶ αὐτῶν ἐξ ὀνόματος ἡ ὑπόσχεσις κατὰ τὸν τοῦ Κεφαλᾶ τρόπον ἐδόθη, μηδὲ μὴν περὶ αὐτῶν τι προσπεφωνῆσθαι. ὅθεν καὶ πρὸς τὸ ια ἔτος ὁ ἴσος τῷ ἐπισχεθέντι τῷ τε θ ἔτει καὶ ι ἔτει ἄχρι κρίσεως φόρος, ὡς δὴ συνήχθη ἐκ τῶν δοθεισῶν ἐξ ὀνόματος τῶν ὑπογεγραμμένων ὑποσχέσεων, ἐπέχεται. Παψείχεως καὶ Μαγδώλων Ἑραθρῆς Παθῶτος ἀπὸ κώμης Θώνεως ἐδηλώθη ὑπεσχῆσθαι παρὰ Οὐλπίῳ Μαρκέλλῳ τῷ γενομένῳ δικαιοδότῃ διαδεχομένῳ ἀποδημίαν Ἀννίου Σεουηριανοῦ τοῦ γενομένου …διοικητοῦ εἰς μίσθωσιν ἀπὸ τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Οὐήρου ἐφʼ ἔτη ε τόπους καθʼ ὕδατος ἀνὰ μέσον τῶν προκειμένων κωμῶν πρώτως ὑπʼ αὐτοῦ, φησί, ἐπινοηθέντας εἰς θήραν ἰχθύος καὶ ἀγρίων φόρου κατʼ ἔτος δραχμὰς Βφ, προσδιαγραφομένων δραχμὰς ρνϛ ὀβολὸν α 𐅵,γίνονται δραχμαὶ Βχνϛ ὀβολὸς α 𐅵Χῶνθον Πανακερκὴ …ναῦς Ἀμφιώμιος ἀπὸ κώμης Θώνεως ἐδηλώθη ὑπεσχῆσθαι εἰς μίσθωσιν παρὰ Ἀννίῳ Σεουηριανῷ γενομένῳ διοικητῇ ἀπὸ τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ θεοῦ Οὐήρου ἐφʼ ἔτη …τόπους ὑφʼ ὕδωρ ὄντας ἀνὰ μέσον ὁρίων Τανείτου καὶ …της προκειμένης κώμης …εκηθι… εἰς θήραν ἰχθύος καὶ ἀγρίων φόρου κατʼ ἔτος δραχμὰς Β, προσδιαγραφομένων δραχμὰς ρκε, γίνονται δραχμαὶ Βρκε γίνονται τούτων λιμνιτικῶν δραχμαὶ Δφ, προσδιαγραφομένων δραχμαὶ σπα ὀβολὸς α 𐅵,γίνονται δραχμαὶ Δψπα ὀβολὸς α 𐅵.