Ancient Greek
1.91.3 to 1.93.11
Documentary Papyri, P.Thmouis 1 1.91.3-1.93.11
Not analysed yet
δούλων ἐντοπίων κατὰ χρόνους δηλωθέντων πεπρᾶσθαι ἀτελέσι τὰ ἐπικεφάλια ἀναλαμβάνεται, ἄχρις ἂν ὁ χρηματισμὸς ἐπεσκεμμένος ἐπενεχθῇ. τούτου δὲ τῷ η ἔτει ἐπενεχθέντος καὶ τ…προσ…κούσης ἐξετάσεως ἀπαρτισθείσης, τὰ τοῦ θ ἔτους καὶ τοῦ ἑξῆς ι ἔτους ἐπικεφάλια ἐπεσχέθη ἄχρι κρίσεως· παρʼ ὃ καὶ πρὸς τὸ ια ἔτος διαστέλλεται. μητροπόλεως Θμούεως β ἀμφόδου γ μερίδος …ος ὁ καὶ Αἰλουρίων ἐκ μητρὸς Καλλιρόης δοῦλος Ἀπίωνος Ποτάμωνος, δηλωθεὶς πεπρᾶσθαι τῷ δ ἔτει Παῦνι κδ Σαραπίωνι Σαραπίωνος τοῦ Ἰσιδώρου Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφόμενων ὀβολοὶ β 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον Μένδητος …ἀμφόδου …Κρόνος ἐπικεκλημένος …το… δοῦλος Ἀμμων…ώρου Ἥρωνος ἀπὸ Μένδητος, δηλωθεὶς πεπρᾶσθαι τῷ κγ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου Ἐπεὶφ διὰ Ἱέρακος συναλλαγματογράφου Ἴσιδος πόλεως τοῦ ἄνω Σεβεννύτου Σαραπιάδι ἀστῇ μετὰ κυρίου τοῦ ἀνδρὸς Τίτου Φλαουίου …νου, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ ὀβολοὶ 3 χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵χαλκοῦς β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ τετρώβολον, προσδιαγραφομένων ὀβολοὶ β 𐅵γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον …ζ ἀμφόδου …ιος ἐκ μητρὸς Ἀφροδείτης δοῦλος …α…ετος Ἁρποκρατίωνος …ος, δηλωθεὶς πεπρᾶσθαι τῷ …ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου μηνὶ Φαμενὼθ διὰ τοῦ ἐν …ἀγορανομίου Χρυσέρμῳ …τοῦ καὶ Ἀπολλωνίου …Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ ὀβολοὶ 4, προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται δραχμαὶ ιε ἡμιωβέλιον θ ἀμφόδου Σαραπίων δοῦλος Εἰρηναίου Βιηνχίωνος, δηλωθεὶς τῷ ϛ ἔτει πεπρᾶσθαι Κρονίῳ τῷ καὶἉρποκρατίωνι Ἁρποκρατίωνος Σωσικοσμείῳ τῷ καὶ Ἀλθαιεῖ, γνησίων λαογραφίας δραχμαὶ η, αἳ καθαραὶ δραχμαὶ ζ τριώβολον χαλκοῖ β, προσδιαγραφομένων ὀβολοὶ β 𐅵χαλκοῖ β, γίνονται αἱ αὐταί, χωματικοῦ δραχμαὶ ϛ ὀβολοὶ 4, προσδιαγραφομένων ὀβολοὶ β 𐅵,γίνονται δραχμαὶ ζ ἡμιωβέλιον ,γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ ιε ἡμιωβέλιον .