Ancient Greek
P.Thomas 12
Documentary Papyri, P.Thomas 12
Not analysed yet
ἀντίγραφον παρὰ Διοσκόρου κωμογραμματέως Ἰσίου Παγγᾶ καὶ ἄλλων κωμῶν τῆς ἄνω τοπαρχίας· τοῦ ἐπισταλέντος ἐπιστάλματος περὶ παραδείξεως ἀρούρης α 𐅵τὸ ἀντίγραφον ὑπόκειται· ἐστὶ δέ· Ἡρακλείδης βασιλικὸς γραμματεὺς Ὀξυρυγχείτου κωμογραμματεῖ Ἰσίου Παγγᾶ καὶ ἄλλων κωμῶν χαίρειν· τῶν δοθέντων μοι βιβλειδίων παρὰ Ζηναρίου Ἱέρακος ἀξιούσης παραδειχθῆναι ἣν ἐώνηται καὶ ἐκυρώθη τῷ ζ ἔτει ἀπὸ ὑπολόγου τὸ ἴσον ἐπιστέλλεταί σοι ὅπως γενόμενος ἐπὶ τὸ δηλούμενον ἔδαφος καὶ ἐξετάσας εἰ αἱ γειτνίαι σύμφωνοί εἰσιν τῇ κατʼ ἀγρὸν διαθέσει καὶ οὐ προαντεποιήθη οὐδὲν δʼ ἐναντίον εἴη παράδειξον ὡς καθήκει καὶ προσφώνησον ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου ἐάν τι μὴ δεόντως γένηται. σεσημείωμαι …ἔκλημψις ἐκ γραφῆς κεκυρωμένων τῷ η ἔτει Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Αὐτοκρατόρων ὑπὸ Κλαυδίου Δημητρίου τοῦ καὶ Ἑρμίου στρατηγοῦ. ἄνω τοπαρχίας Ἰσίου Παγγᾶ …Ζηνάριον Ἱέρακος τοῦ Ζήνωνος μετὰ κυρίου τοῦ πατρὸς …υ ὑπολόγου …ἐκ τοῦ Ἡρακλείδου ἀπὸ κοίτης ἀρουρῶν κη 𐅸μετα… ἄρουραι δ 𐅵ἀπὸ τῶν λοιπῶν ἀρουρῶν κδ δ ἀρούρης 𐅵οὗ γείτονες νότου καὶ ἀπηλιώτου ὑπόλογος τῆς κοίτης βορρᾶ ἐωνημένη λιβὸς πλευρισμὸς καὶ ἀπὸ τῆς αὐτῆς κοίτης ἄλλη ἄρουρα α ἧς γείτονες πάντοθεν ὑπόλογος ἀτελείᾳ τριῶν ἐτῶν ἀπὸ τοῦ τῆς κυρώσεως χρόνου γίνεται ἄρουρα α 𐅵. ζ ἔτους Μεχεὶρ ια ἐκύρωσα τῇ προγεγραμμένῃ· τῆς τοῦ εἴδους τιμῆς ……καὶ ἄλλων κατὰ ἄρουραν δραχμαὶ δ καὶ τῶν ἑπομένων πάντων ……ων δι…