Ancient Greek
P.Thomas 13
Documentary Papyri, P.Thomas 13
Not analysed yet
Σαραπίωνι καὶ Ἁρποκρατίωνι ἐπιτηρηταῖς τῆς ἐν Ὀξυρυγχίτῃ ξενικῆς πρακτορείας διὰ Φιλάμωνος …παρὰ Γαΐου Ἰουλίου Ἡρᾶ διὰ τοῦ ἀδελφοῦ Γαίου Ἰουλίου Σαραπίωνος. οὗ ἐπορίσαμεν ἐκ τοῦ καταλογείου ἐνεχυρασίας χρηματισμοῦ ἐστιν ἀντίγραφον· ξενικῶν πράκτορι Ὀξυρυγχίτου· τῆς τετελειωμένης ἐνεχυρασίας χρηματισμοὶ ἐτελέσθησαν καθότι συγκέκριται ἔτους κγ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Παχὼν η Ἀριστ διὰ Φλαυ …ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Παχών. ἀναγνωσθείσης ἐντεύξεως Γαίου Ἰουλίου Ἡρᾶ τῶν δὲ διʼ αὐτῆς σημαινομένων διαγραφῆς καὶ δημοσιώσεως καὶ ἀντιφωνήσεως ὑπογεγραμμένων ἐκ τῆς δημοσίας βιβλιοθήκης ἐπενηνεγμένων καὶ τοῦ λεγομένου διαπεστάλθαι Ἰσιδώρου τοῦ προσυ… …ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τοῖς τοῦ Ὀξυρυγχίτου στρατηγῷ καὶ ξενικῶν πράκτορι ἵν’ ἐὰν παρουσα ἐπʼ αὐτοὺς …εὐδοκῇ τούτοις καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι μηδὲ ἔχειν τι εἰς τὰ πρασσόμενα ἀπερίλυτον δὲ εἶναι τὴν ὀφειλὴν τὸ τηνικαῦτα μεταδοθέντος τῶν γραμμάτων τούτων ἀντιγράφου τῷ διʼ αὐτῶν δηλουμένῳ ἐνεχυραζομένῳ ἐνωπίῳ ἵνʼ εἰδῇ κἂν μηδὲν ἀντείπῃ ἐν ἡμέραις δέκα …κα… συντελῶσι τὰ τῆς πράξεως ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. …Δεκίμῳ Οὐετουρίῳ Μακρίνῳ Ἰούλιος …εισεν …ἀπὸ κώμης Σ…λείῳ Ἀπολλοδώρου ορ… …τὰς ὀφειλομένας μοι κατὰ χειρόγραφον τετελειωμένον ἔτους κβ Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς τριακοσίας σὺν ἡμιολείᾳ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον …ταξης κβ ἔτους ἐφʼ οἷς ……συγγραφὰς περιεχε…κια δεστα…κι… …α…ου αρ… κατὰ συγγραφὴν γεγονυίαν …