Ancient Greek
P.Tor. p. 159 [Turin]
Documentary Papyri, P.Tor. 10
Not analysed yet
…ἔτους μδ Μεσορὴ ἐπαγομένων γ τέτακται ἐπὶ τὴν ἐν Διὸς πόλει τῆι Μεγάληι τράπεζαν, ἐφʼ ἧς Ἀσκληπιάδης, εἰς τὴν δεκάτην τοῦ ἐγκυκλίου κατὰ τὴν παρʼ Ἑρμοδώρου τελώνου διαγραφήν, ὑφʼ ἣν ὑπογράφει Ἡρακλεόδωρος ὁ ἀντιγραφεύς, Ψεμμώνθης Πετενεφώτου τέλος ἀποστασίου ψιλοῦ τόπου οἰκίας πηχῶν ζ ἐν τῶι ἀπὸ νότου μέρει Διὸς πόλεως τῆς Μεγάλης, ἣν ἔθετο αὐτῶι Τικῶνις Πετενεφώτου, χαλκοῦ Γ τέλος οὗ ἀλλαγὴ τριακοσίας γίνονται οὗ ἀλλαγὴ τ. Ἀσκληπιάδης τραπεζίτης. Ἀπολλώνιος ὁ πρὸς τῶι γραφείωι κεχρημάτικα. ἔτους μδ Μεσορὴ ἐπαγομένων β.