Ancient Greek
P.Tor. 2
Documentary Papyri, P.Tor. 11
Not analysed yet
Ἡρακλείδει τῶν ἀρχισωματοφυλάκων καὶ ἱππάρχηι ἐπʼ ἀνδρῶν καὶ ἐπιστάτει τοῦ Περὶ Θήβας παρʼ Ἑρμίου τοῦ Πτολεμαίου τῶν ἐξ Ὄμβων ἡγεμόνων. ἠδικημένος οὐ μετρίως καὶ κινδυνεύων τῶν ἰδίων στερηθῆναι ὑπὸ Ὥρου τοῦ Ὥρου καὶ Χοννονπρέους τοῦ Ἁρσιήσιος, Ψενχώνσιος τοῦ Τεεφίβιος Πανᾶτος τοῦ Πεχύτιος χοαχυτῶν καὶ τῶν σὺν αὐτοῖς, ὑπαρχόντων γάρ μοι ἐν Διὸς πόλει προγονικῶν οἰκιῶν, ὧν καὶ τῶν προγόνων μου κεκυριευκότων, ἐφʼ ὅσον περιῆσαν χρόνον, οἱ ἐνκαλούμενοι τὴν κατοικίαν ἔχοντες ἐν τοῖς Μεμνονείοις ἔτι ἀπʼ ἀρχῆς διὰ τὸ μὴ συνχωρεῖσθαι αὐτοῖς ἐν τῆι Διὸς πόλει οἰκεῖν, ἐν δὲ τῆι τῶν καιρῶν περιστάσει καταγνόντες ἐπὶ τῶι ἄλλου τὴν κατοικίαν ἔχειν με ἐπελθόντες ἐπὶ μίαν μου τῶν προγεγραμμένων οἰκίαν, ἥ ἐστιν ἐκ τοῦ πρὸς νότον καὶ λίβα τῆς Διὸς πόλεως, ἀπὸ βορρᾶ τοῦ δρόμου τῆς μεγίστης θεᾶς Ἥρας τοῦ ἄγοντος ἐπὶ ποταμόν, ἧς τοῖχοι ἦσαν ᾠκοδομημένοι, οἰκοδομήσαντες τὰ καθῃρημένα αὐτῆς ἐνοικοῦσιν ἀντιποιούμενοι ἀδίκως. ὑπὲρ ὧν μεταλαβὼν ἐν τῶι μϛ ἔτει παραγενομένου μου εἰς τὴν Διὸς πόλιν ἐπέδωκα ὑπόμνημα κατʼ αὐτῶν Ἑρμίαι τῶι στρατηγῶι καὶ παραγγελέντος αὐτοῖς ἔρχεσθαι εἰς τὸ κριτήριον συνιστοροῦντες ἑαυτοῖς οὐθὲν βέβαιον ἔχουσι ἐξέκλιναν. ὁμοίως καὶ ἐν τῶι μθ ἔτει τοῦ Ἑρμίου ἐπιβαλόντος εἰς τὴν Διὸς πόλιν καὶ περὶ τῶν αὐτῶν ἐντυχόντος μου καὶ ἐκτοπισάντων αὐτῶν, συνέταξεν Ἑρμογένει τῶι τότε ἀρχιφυλακίτηι παραδοῦναί μοι τὴν οἰκίαν παραδοῦναί μοι τὴν οἰκίαν. χωρισθέντος δέ μου εἰς τὸν Ὀμβίτην πάλιν ἐπελθόντες ἐπὶ τήνδε τὴν οἰκίαν ἐνοικοῦσιν. διὸ ἀξιῶ, ἐὰν φαίνηται, συντάξαι καταστῆσαι τοὺς ἐνκαλουμένους εἰς κρίσιν, ἵνʼ ἐὰν παραδεικνύω …ταῦθʼ οὕτως ἔχοντα, συναναγκασθῶσιν ἐκ τῆς οἰκίας ἐκχωρεῖν περι …ποιησω γαρ …γραμμεν …καὶ νεκροὺς ἀπηρεισμένων ἐν τῆι δηλουμένηι οἰκίαι διαλαβεῖν περὶ αὐτ…· τούτου δὲ γενομένου ἔσομαι τετευχὼς τοῦ δικαίου. εὐτύχει.