Ancient Greek
P.Tor. 11
Documentary Papyri, P.Tor. 3
Not analysed yet
Ἑρμοκλεῖ τῶν ἀρχισωματοφυλάκων καὶ ἐπιστάτηι τοῦ Παθουρίτου παρὰ Τασήμιος τῆς Σελώιος χοαχύτιδος. ἀδικοῦμαι ὑπὸ Θεννήσιος τῆς γενομένης τοῦ πατρός μου γυναικός. τούτου γὰρ μετὰ τὸ γενέσθαι με αὐτῶι ἐξ ἄλλης γαμετῆς συναρμοσθέντος τῆι ἐγκεκλημένηι καὶ ποιήσαντος ἐξ αὐτῆς ἕτερα τέκνα, μεταλλάξαντος δὲ τὸν βίον ἐν τῶι ϛ ἔτει ἀποδημούσης μου ἀντιπεποίηται πάντων τῶν ὑπʼ αὐτοῦ ἀπολελειμμένων· οἰκιῶν δύο ,μιᾶς μὲν ἐν Διὸς πόλει τῆι Μεγάληι, ἑτέρας δʼ ἐν τοῖς Μεμνονείοις, καὶ τῶν ἐπίπλων ὄντων ἱκανῶν καὶ κτηνῶν, ἔτι δὲ καὶ τῶν ἀπὸ τῆς καθʼ αὑτούς πατρικῆς χρείας πιπτόντων …Ἑρμοκλεῖ.