Ancient Greek
P.Tor. 7
Documentary Papyri, P.Tor. 4
Not analysed yet
Φομμοῦτι συγγενεῖ καὶ ἐπιστρατήγωι καὶ στρατηγῶι τῆς Θηβαίδος παρὰ Ὀσοροήριος καὶ τῶν ἄλλων παστοφόρων Ἀμενώφιος τοῦ ἐν τοῖς Μεμνονείοις. ἀδικούμενοι οὐ μετρίως καὶ διασειόμενοι ὑπὸ Ἰσιδώρου τοῦ πρὸς τῆι οἰκονομίαι τοῦ Παθυρίτου τὴν ἐπὶ σὲ καταφυγὴν πεποιήμεθα, ἵνα τύχωμεν βοηθείας. τοῦ γὰρ σημαινομένου Ἰσιδώρου ἐπιχειροῦντος ζημιοπρακτήσειν ἡμᾶς τὰ μὴ καθήκοντα, παραβάντος τὰ ἔτι ἄνωθεν ὑπὸ τῶν μεγίστων βασιλέων προστεταγμένα περὶ τοῦ μηθὲν καινίζειν, ἀξιοῦμεν, ἐὰν φαίνηται, συντάξαι γράψαι οἷς καθήκει μηθὲν ἡμᾶς πράσσειν μηδὲ παρενοχλεῖν, ὅπως ἀνεμπόδιστοι ὄντες δυνώμεθα πρὸς τοῖς καθʼ ἡμᾶς αὐτούς γενέσθαι. τούτου δὲ γενομένου ἐσόμεθα τετευχότες τοῦ δικαίου. εὐτύχει. Ἑρμοκλεῖ. μὴ προσέχειν τοῖς ἐπὶ χρειῶν τεταγμένοις καινίζειν τι μηδὲ πράσσειν παρὰ τοὺς ἐξ ἀρχῆς ἐθισμοὺς τοὺς σημαινομένους παστοφόρους. ἔτους ϛ Παῦνι ια. ἐπιστάτηι. ἀπόδος Ἑρμοκλεῖ.