Ancient Greek
P.Turner 22
Documentary Papyri, P.Turner 22
Not analysed yet
Λουκίῳ Κουσπίῳ Ῥουφίνῳ καὶ Λουκίῳ Στατίῳ Κοδράτῳ ὑπάτοις ἐν Σίδῃ ἐπὶ δημιουργοῦ ἱερέως θεᾶς Ῥώμης Λουκίου Κλαυδίου Αὐσπικάτου μηνὸς Λῴου κϛ. Πάμφιλος ὁ καὶ Κάνωπος Αἰγύπτου Ἀλεξανδρεὺς ἐπρίατο ἐν ἀγορᾷ παρὰ Ἀρτεμιδώρου Ἀριστοκλέους κοράσιον Ἀβασκαντίδα γένει Γαλάτιν ὡς ἐτῶν ι τιμῆς ἀργυρίου δηναρίων σπ βεβαιοῦντος καὶ τῇ ἰδίᾳ πίστει κελεύοντος Μάρκου Αἰλίου Γαουιανοῦ ὑγιῆ ἐκ διατάγματος …ἀνέπαφον πρὸς πάντων καὶ μήτε ῥέμβον μήτε δραπετικὸν ἱερᾶς τε νόσου ἐκτός. ἐὰν δέ τι τούτων ᾖ ἢ μὴ ᾖ ὑγιὴς ἢ ἐπαφὴ αὐτοῦ ἢ ἐκ μέρους γένηται καὶ ἐκνικηθῇ, τότε διπλῆν τὴν τιμὴν χωρὶς παραγγελίας καλῶς δοθῆναι πίστει ἐπερώτησεν Πάμφιλος ὁ καὶ Κάνωπος, πίστει δοῦναι ὡμολόγησεν Ἀρτεμίδωρος καὶ τὴν τιμὴν κεκομίσθαι, καὶ ταῦτα ὑπὲρ αὐτοῦ τῇ ἰδίᾳ πίστει καὶ βεβαιώσει εἶναι ἐκέλευσεν Μᾶρκος Αἴλιος Γαουιανὸς κ…. Ἀρτεμίδωρος Ἀριστοκλέους πέπρακα τὸ κοράσιον δηναρίων διακοσίων ὀγδοήκοντα καὶ τὴν τιμὴν κεκόμισμαι ὡς προγέγραπται. Μᾶρκος Αἴλιος Γαουιανὸς βεβαιῶ τὸ κοράσιον καὶ τῇ ἐμῇ πίστει κελεύω ὡς προγέγραπται ἣν δέχομαι …ς δημόσιος διὰ τὸ λέγειν αὐτὸν γράμματα μὴ εἰδέναι. Λουκίῳ Κουσπίῳ Ῥουφίνῳ καὶ Λουκίῳ Στατίῳ Κοδράτῳ ὑπάτοις ἐν Σίδῃ ἐπὶ δημιουργοῦ ἱερέως θεᾶς Ῥώμης Λουκίου Κλαυδίου Αὐσπικάτου μηνὸς Λῴου κϛ. Πάμφιλος ὁ καὶ Κάνωπος Αἰγύπτου Ἀλεξανδρεὺς ἐπρίατο ἐν ἀγορᾷ παρὰ Ἀρτεμιδώρου Ἀριστοκλέους κοράσιον Ἀβασκαντίδα ἢ εἴ τινι ἑτέρῳ ὀνόματι καλεῖται γένει Γαλάτιν ὡς ἐτῶν δέκα τιμῆς ἀργυρίου δηναρίων διακοσίων ὀγδοήκοντα βεβαιοῦντος καὶ τῇ ἰδίᾳ πίστει κελεύοντος Μάρκου Αἰλίου Γαουιανοῦ ὑγιῆ ἐκ διατάγματος …ἀνέπαφον πρὸς πάντων καὶ μήτε ῥέμβον μήτε δραπετικὸν ἱερᾶς τε νόσου ἐκτός. ἐὰν δέ τι τούτων ᾖ ἢ μὴ ᾖ ὑγιὴς ἐπαφὴ αὐτοῦ ἢ ἐκ μέρους γένηται καὶ ἐκνικηθῇ, τότε διπλῆν τὴν τιμὴν χωρὶς παραγγελίας καλῶς δοθῆναι πίστει ἐπερώτησεν Πάμφιλος ὁ καὶ Κάνωπος Αἰγύπτου, πίστει δοῦναι ὡμολόγησεν Ἀρτεμίδωρος Ἀριστοκλέους καὶ τὴν τιμὴν κεκομίσθαι καὶ ταῦτα ὑπὲρ αὐτοῦ τῇ ἰδίᾳ πίστει καὶ βεβαιώσει …