Ancient Greek
P.Turner 23
Documentary Papyri, P.Turner 23
Not analysed yet
…Αἰλίῳ Σαραπίωνι στρατηγῷ Ἀρσινοίτου ……τωνος τοῦ καὶ Πρόκλου …πρὸς ἐπιστολὴν γραφεῖσαν Σερήνῳ στρατηγήσαντι καὶ σὺν μετεώροις σοι μεταδοθεῖσαν ἐπιστολὴ ὑπὸ Ἑρεννίου Πάνσα γενομένου ἐπιτρόπου Καίσαρος περὶ ὑπαλλαγμάτων εἰσφερομένων ὑπὸ Οὐαλερίου Μαρίωνος ὑπὲρ Ζήνωνος μισθωτοῦ Σοηνιτικῆς πύλης ἐγράφη στρατηγοῖς οὕτως· ἀντίγραφον ἐπιστολῆς γραφείσης μοι ὑπὸ Τυράννου Κρισπίνου Εὐείδους οἰκονόμου τοῦ κυρίου Καίσαρος ὑπέταξα κατʼ ἔνφασιν Οὐαλερίου Μαρίωνος ὑπαλλαγὰς ὑπὲρ Ζήνωνος τοῦ μισθωτοῦ Σοηνιτικῆς πύλης ὑπάρχουσιν ἐν τῷ ὑφʼ ὑμῖν νομῷ. φροντίσατε …ην καὶ μὴ πρὸς ἕτερον κατέχηται λ… μησασθε πρός τε ἐκπληροῦσαν δια… τὴν τῶν προσόδων δύναμιν σώζειν …καὶ κατασχεῖν διὰ τῶν παρʼ ὑμῖν γραμματοφυλακίων καὶ δηλῶσαι ἐμοί τε καὶ Εὐλάλῳ ταβλαρίῳ καὶ τοῖς οἰκονόμοις. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχείρ κη. Τύραννος Κρισπῖνος Εὐείδης Ἑρεννίῳ Πάνσᾳ τῷ κρατίστῳ ἐπιτρόπῳ χαίρειν. …ηρ… κώμης Σεβεννύτου διο…ιων τῶν ἀπὸ κώμης Παχὼν ἐξέτασον Σαμ… βασιλικῆς ἄρουραι θ δ …