Ancient Greek
P.Turner 41
Documentary Papyri, P.Turner 41
Not analysed yet
Αὐρηλίῳ Πρωτάρχῳ τῷ καὶ Ἥρωνι στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Σαραπιάδος τῆς καὶ Διονυσαρίου θυγατρὸς Ἀπολλοφάνους τοῦ καὶ Σαραπάμμωνος ἐξηγητεύσαντος τῆς Ἀντινοέων πόλεως χωρὶς κυρίου χρηματιζούσης δικαίῳ τέκνων. ἔχουσα πρότερον τοῦ πατρός μου δοῦλον ὀνόματι Σαραπίωνα καὶ τοῦτον νομίσασα μηδὲν φαῦλόν τι διαπράξασθαι τῷ εἶναί μου πατρικὸν καὶ πεπιστεῦσθαι ὑπʼ ἐμοῦ τὰ ἡμέτερα, οὗτος οὐκ οἶθ ὅπως ἐξ ἐπιτριβῆς τινων ἀλλότρια φρονήσας τῆς παρεχομένης αὐτῷ ὑπʼ ἐμοῦ τιμῆς καὶ χορηγίας τῶν ἀναγκαίων πρὸς δίαιταν ὑφελόμενός τινα ἀπὸ τῶν ἡμετέρων μεθʼ ὧν αὐτῷ κατεσκεύασα ἱματίων καὶ ἄλλων καὶ ὧν καὶ αὐτὸς ἑαυτῷ περιεποιήσατο ἐκ τῶν ἡμετέρων λάθρᾳ ἀπέδρα. περιηχηθεῖσα δὲ εἶναι τοῦτον ἐν τῷ Νόμου ἐποικίῳ παρὰ Χαιρήμονι ἠξίωσα παρὰ τῷ διακειμένῳ ἐπὶ τῆς τοῦ νομοῦ εἰρήνης δεκαδάρχῃ Αὐρηλίῳ Πλουτίωνι… …υδρ…