Ancient Greek
P.Turner 43
Documentary Papyri, P.Turner 43
Not analysed yet
Ἀμμωνιανὸς Μώρῳ τῷ φιλτάτῳ χαίρειν. οἰόμενος ἃ ἐγεγραφήκεις περὶ ἐπιφορᾶς δραχμῶν Δ, οὐκ ἔμελλον ὀκνεῖν πρῶτον μὲν τὸ τῆς ἐπινε…ας πίσσης δεύτερον τὸ τῶν χιτωνίων, πλὴν ἐκπέπλεκται τὸ τῆς πίσσης. καὶ ἐὰν νῦν ὅρα μὴ ἀμελήσῃς πέμψαι μοι τὰ ὀθόνια. ᾔδειν γὰρ ὅτι οὐκ ἔστιν σε ὀχλῆσαι ὃν ὑπεβάλατε μοι λινόυφον ὄντα ὡς ὅπου οἱ κόρακες ἀπέρχονται ἐρεῖς σπάνις ἐστὶν τῶν λινούφων. περὶ γὰρ τῶν χιτωνίων εἰ οἶδας ὅτι πλείω τῶν δραχμῶν σμ οὐκ ἐδόθη, ὡς ἔφη μοι Κοπρεύς, πέμψον μοι αὐτὰ ἄρτι. εἴ τι δὲ ἐδαπάνησας εἰς τὰ ὀθόνια δήλωσόν μοι. λαβὼν μέντοι γε τὸ πρόλοιπον παρὰ Κοπρέως ,ἐὰν δὲ μή, πάλιν δήλωσόν μοι καὶ πέμπω σοι διʼ ἑτέρου καταγγίσας αὐτὰ εἰς τὸ ἡμιτύλιον. οὐ δέ τι ἐκομισάμην παρὰ Πετεχῶντος, οὐδὲ ὄψιν αὐτοῦ εἶδον. ἀναζήτησον αὐτὸν καὶ ἀπαίτησον αὐτὸν εξ…β… …γα…