Ancient Greek
P.Ups.Frid 10
Documentary Papyri, P.Ups.Frid 10
Not analysed yet
Κηλητῇ χαίρειν. θαυμάζω πῶς μέχρι σήμερον οὐδέν μοι ἐδήλωσας καθὼς ἠθέλησας. ἐνλόγησον τω… τούτου τοῦ μηνὸς τὰς δραχμὰς …ἐὰν ἄξιος ἦν· πάντες γὰρ Αἰγύπτιοι ἀναίσθητοί εἰσιν. ἔπεμψά σοι τοὺς καμήλους ὅπως χορτηγήσωσι καὶ δραγματηγήσωσι· ἔπεμψα δὲ καὶ Διογένην ἵνα τὸν λόγον τῶν ὀφειλομένων ἀποσυμβιβάσῃ. ἐρρῶσθαί σε εὔχομαι Κηλητῇ