Ancient Greek
P.Ups.Frid 9
Documentary Papyri, P.Ups.Frid 9
Not analysed yet
Προυτᾶτι χαίρειν . οἵᾳ ὥρᾳ ἐὰν λάβῃς τὸ ἐπιστόλιον ἄνελθε, ἐπεὶ ὁ στρατηγὸς δέδερκέ με χάριν σου ὅτι οὔπω ἀνέβης ἕως σήμερον, ἐπεὶ πάντες ἀνέβησαν. πάντως οὖν ἄνελθε, ἵνα μὴ ὑβρισθῶ ἄλλο ἅπαξ. ἐρρῶσθαι εὔχομαι