Ancient Greek
1.1 to 1.23
Documentary Papyri, P.Vat.Aphrod. 1.1-23
Not analysed yet
…βασιλείας τοῦ θειοτάτου καὶ γαληνοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου Εὐεργέτου ἔτους ἑκκαιδεκάτου καὶ ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους πεντεκαιδεκάτου, Φαρμοῦθι κη δευτέρας ἰνδικτίονος. Αὐρήλιος Ψάις ἐκ πατρὸς Ἰωάννου ἐκ μητρὸς Στεφανοῦτος σὺν θεῷ μισθωτὴς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Θεοδώρῳ υἱῷ τοῦ μακαριωτάτου Μουσαίου …κτήτορι ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ πρὸς τετραέτη χρόνον, λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ μελλούσης τρίτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου, τὸ ὑπάρχον σοι καὶ ἔλθον εἰς σὲ ἀπὸ δικαίας κληρονομίας τοῦ μακαριωτάτου σοῦ πατρὸς Μουσαίου ὁλόκληρον σοῦ μέρος ἐξ ὁλοκλήρου κτήματος καλουμένου Περίωνος σὺν τῷ περιέξωθεν λάκκῳ καὶ δεξαμενῇ καὶ μονῇ καὶ πύργῳ καὶ οἰκιδίῳ μετὰ ξυλίνης σκάλης καὶ φοίνιξι καὶ λαχανίοις τόποις καὶ βοσκήμασι καὶ ἑτέροις φυτοῖς διαφόροις ἐγκάρποις καὶ ἀκάρποις καὶ πᾶσι ἐνοῦσι καὶ ἀνηκοῦσι καὶ προσκυροῦσι τῷ αὐτῷ κτήματι δικαίοις τοῖς ἐντὸς καὶ ἐκτὸς πρὸς τὰ παλαιὰ αὐτοῦ ὅρια κυκλόθεν πρὸς τὴν δύναμιν τῆς ἐγγράφους διαθήκης καὶ μερισμοῦ τῶν σῶν γονέων διακείμενον ἐν τῇ ἀπηλιωτικῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν κλήρῳ Ψιουλ · ἔτι δὲ μισθοῦμαι σοι καὶ τῶν ἀγορασθέντων ἄλλων ἀρουρῶν παρὰ σοῦ ἐν τῷ αὐτῷ κτήματι Περίωνι · ἐφʼ ᾧ με τοῦτο ἔχειν ὑπʼ ἐμὲ εἰς γεωργίαν καὶ κατάθεσιν ὧν ἐὰν βούλομαι γενημάτων ἰδίοις μου κτήνεσιν καὶ γεωργοῖς καὶ σπερμοβόλεσι καὶ ἀναλώμασι, ἐν τελείῳ μὲν συγκλείω παντὸς τοῦ κλήρου, καὶ διδόναι σοι ὑπὲρ λόγου ἀποτάκτου αὐτοῦ φόρου κατʼ ἔτος σίτου καθαροῦ καὶ φορικοῦ ἀρτάβας πέντε γίνονται ἀρτάβαι ε ἑκάστης ἀρούρης πρὸς ἀναμέτρησιν τοῦ δημοσίου σχοινίου μέτρῳ Ἀμμωνίου κόμετος, ἀλλὰ ἐπὶ τῷ δέ σε ἐξουσιάζειν λαβεῖν κατʼ ἔτος ἀρούρας δύο ,μίαν μὲν ἐν λιπαρᾷ γῇ μίαν δὲ ἐν σιτοφόρῳ γῃδίῳ, μίαν μὲν ἐκ νότου τοῦ λάκκου, ἄλλην δὲ ἐξ ἀπηλιώτου τοῦ χώματος, ἐκ νότου τῆς μεγάλης ἀμάρης, τῷ αὐτῷ σχοινίῳ·