Ancient Greek
1.24 to 1.47
Documentary Papyri, P.Vat.Aphrod. 1.24-47
Not analysed yet
καὶ γεμίσαι μίαν ἄρουραν ἐν κοπρισμοῖς διαφόροις κατʼ ἔτος καθὼς πρὸς τὰ δόξαντα δίχα ἀμφιβολίας καὶ ποιῆσαι τὴν πᾶσαν αὐτῶν γεωργικὴν ἐργασίαν γινομένην παρʼ ἐμοῦ καὶ ποτίσαι αὐτὰς ἀκαταφρονήτως κατʼ ἔτος καὶ διδόναι σοι χρυσοῦ κεφαλαίου νομισμάτια τρία ἕκαστον παρὰ κεράτιον ἓν χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης πρὸς ἑνὸς νομίσματος ἑκάστης καταβολῆς τῶν δημοσίων κατʼ ἔτος, μέντοιγε κουφίσαι με καὶ ἐξουσίαν ἔχειν λαβεῖν με ὑπὲρ τῶν προκειμένων χρυσίων καὶ δύο ἀρουρῶν ἄλλας ἀρούρας δέκα τῷ αὐτῷ σχοινίῳ ἀπὸ τῶν προκειμένων σῶν ἀρουρῶν τοῦ αὐτοῦ σοῦ μέρους κτήματος Περίωνος κατʼ ἔτος πρὸς τὰ δόξαντα ἐν δὲ ἀβροχικῷ, ὃ μὴ εἴη, πρὸς τοῖς συμφώνοις τῆς προκειμένης ἀπηλιωτικῆς πεδιάδος, ποιῆσαι μετʼ ἀλλήλων ἄνευ ἀντιλογίας· καὶ τὴν μεταφορὰν ποιήσω τῆς αἰσίας ἐμβολῆς τοῦ προκειμένου σου μέρους κτήματος ἕως τοῦ ποταμίου ὅρμου, τοῦτό ἐστιν καμήλια ἕξ ,καὶ τοῦ σοῦ φόρου καὶ τὰ γενήματα τῶν προκειμένων δύο σοῦ ἀρουρῶν καὶ ἄχυρα ἕως τοῦ σοῦ οἴκου, καὶ ἀλήθω σοι σίτου ἀρτάβας τεσσαράκοντα ἐκ τῶν ἐμῶν ζῴων καὶ γεωργῶν, καὶ διδόναι σοι μιᾷ ἀγωγῇ σταχύων ἓν δέμα ἔτι κατʼ ἔτος · δώσω δέ σοι κατʼ ἔτος τυροὺς ξηροὺς γεουχικοὺς ἑβδομήκοντα πέντε καὶ λεμψάνας ἀγγία ἓξ καὶ ἑορτικὰς ἐξαλλακὰς τρεῖς ἀνὰ τυρία καὶ λάχανα· τὸ δὲ προκείμενον ἥμισυ τοῦ προκειμένου βοσκήματος …ληλη τοῦ κτήματος Περίωνος ἔχειν με κατʼ ἔτος ἄνευ γεουχικοῦ σοῦ μέρους καὶ τῆς ἡμισείας τῶν καρπῶν τῶν αὐτῶν φοινίκων, ἔχειν με πάλιν ἄνευ γεουχικοῦ σοῦ μέρους, καὶ ἐπὶ τῷ δὲ ἐμὲ ἀναγαγεῖν σοι μικρὸν ἀκανθῶνα ἀπὸ τοῦ αὐτοῦ χώματος, ἀπὸ τῆς συκαμίνου εἰς νότον, ἕως τοῦ ὁρίου ἀκαταφρονήτως πρὸς τὰ δόξαντα, δίχα ἀντιλογίας. αὕτη ἡ παροῦσα ἔγγραφος μισθωτικὴ ὁμολογίᾳ κυρία ἔσται καὶ βεβαία πανταχοῦ προφερομένη, καὶ ἐφʼ ἅπαντα ἐπερωτηθεὶς ὡμολόγησα Αὐρήλιος Ψαίου Ἰωάννου ὁ προκείμενος μεμίσθωμαι ὡς πρόκειται Αὐρήλιος Ἰωάννης Βίκτορος ἀξιωθεὶς ἔγγραψα ὑπὲρ αὐτοῦ γράμμα μὴ εἰδότος Αὐρήλιος Φοιβάμμων Ἰοάννου μαρτυρῶ ταύτῃ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου Αὐρήλιος Μακάριος Χριστωφόρου μαρτυρῶ ταύτῃ τῇ μισθώσει ὡς πρόκειται Αὐρήλιος Ἰωάννης Λουκανοῦ μαρτυρῶ μεμίσθωμαι ὡς πρόκειται διʼ ἐμοῦ Φιλοθέου σὺν θεῷ ταβελλίωνος ἐγράφη ἐγράφη ἐγράφη