Ancient Greek
P.Vind.Sal. 6
Documentary Papyri, P.Vind.Sal. 6
Not analysed yet
Ἐπεὶφ ιη ἐν Ἡρακλέους πόλει τῇ ὑπὲρ Μέμφιν ἑξαμάρτυρον. Ἀσφεὺς ὡς ἐτῶν κβ οὐλὴ μετώπῳ καὶ γόνατι δεξιῷ. Ἀρτεμίδωρος ἐπιτηρητὴς συναλλαγμάτων σεσημείωμαι. ἔτους λ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ ιη. Ἀσφεὺς Ὥρου μητρὸς Θενήσιος ἀπὸ κώμης Ἀλιλάεως ὁμολογῶ ἔχειν τὸ δάνειον παρὰ Νεμεσιανοῦ υἱοῦ Νεμεσίωνος γεγυμνασιαρχηκότος καὶ προαρχιερατεύσαντος Ἡρακλέους πόλεως ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς πεντακοσίας, γίνονται δραχμαὶ φ, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω σοι τῷ μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος λ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, τῆς πράξεως σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι παντοίων παντῶν, πράσσοντι καθάπερ ἐκ δίκης, μένοντος σοι τοῦ λόγου πρὸς μέ, περὶ ὧν ἄλλων σοι …ὀφείλω. Διονύσιος Ἡρακλ ἔγραψα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα.