Ancient Greek
P.Vind.Sal. 7
Documentary Papyri, P.Vind.Sal. 7
Not analysed yet
ἐφʼ ὑπάτων τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ τὸ ε καὶ Μαξιμιανοῦ το δ Σεβαστῶν. κληρονόμοις Γαΐου Ἰουλίου Αὐρηλίου Διογένους γενομένου ὑπομνηματογράφου καὶ ὡς ἐχρημάτιζε διὰ τῶν ἐπιτρόπων Αὐρηλίων Ἰουλιανοῦ τοῦ καὶ Διοσκουρίδου ὑπομνηματογράφου, βουλευτοῦ τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων, πρυτανεύσαντος καὶ Δημητριανοῦ Πλουτίωνος γυμνασιαρχήσαντος ἀμφοτέρων βουλευτῶν τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως, Αὐρήλιοι Ὡριγένης Σερήνου μητρὸς Διοσκοροῦτος καὶ Ἁρποκρατίων. …παυ…ωνος μητρὸς Ἀνναρίης, ἀμφότεροι ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι παρʼ ὑμῶν ἐν χρήσει διὰ τῶν πραγματευτῶν ὑμῶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν μυριάδας τρεῖς καὶ τετρακοσίας ,αἵ εἰσι τάλαντα πέντε καὶ δραχμαὶ τετρακόσιαι ,γίνονται τάλαντα ε δραχμαὶ υ, ἅπερ ἐπάναγκες ἀποδώσομεν ὑμῖν ἐξ ἀλληλεγγύης …ισπ…υπας… …μεν…