Ancient Greek
P.Vind.Sal. 8
Documentary Papyri, P.Vind.Sal. 8
Not analysed yet
……ἐκ κώμης Σενινηβεως χαίρειν. ὁμολογῶ ἐξειληφέναι πρὸς μίσθωσιν ἐπὶ μόνον τὸ ἐνεστὸς ἔτος γενήματος τῆς …ἰνδικτίονος χερικὴν ἀμπελουργικὴν ἐργασίαν τοῦ ὑπάρχοντός σοι ἀμπελικοῦ χωρίου, ὃ ἔχεις περὶ Ταροῦθιν, ὅσου ἐστὶν ἀρουρηδοῦ, σὺν τοῖς ἐνοῦσι ἐν αὐτῷ φυτοῖς πᾶσι καὶ φοίνιξι καὶ φρεατίῳ ἐξόπτης πλίνθου καὶ μηχανικῷ ξυλικῷ ὀργάνῳ, λαμβάνοντος παρὰ σοῦ ὑπὲρ μισθοῦ ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δέκα καὶ πυροῦ ἀρτάβας δέκα πέντε καὶ τὸ τρίτον μέρος τῆς ἐκβησομένης οἰνικῆς ῥύσεως καὶ τρίτον μέρος τῶν ἐνόντων ἐν αὐτῷ φυτῶν πάντων καὶ φοινίκων, τὸ συνεστηκὸς τρίτον μέρος τῆς οἰνικῆς ῥύσεως ἀπολήψομαι παρὰ σοῦ τῷ Μεσορὴ μηνί, παραλαβὼν μέτρῳ κοινῷ, ἐμοῦ παρέχοντος τὰ αὐτάρκη κοῦφα, τὴν δὲ πᾶσαν χερικὴν ἀμπελουργικὴν ἐργασίαν ἀμέμπτως ἐκτελέσω, χρώμενος τῇ τῆς ἀμπέλου δικαίᾳ τομῇ καὶ τῇ τῶν ἐνόντων φυτῶν πάντων καὶ φοινίκων δικαίᾳ καθάρσει, σοῦ, τοῦ γεούχου, ποτίζοντος τοῖς συνήθεσι ποτισμοῖς ἐξ ἰδίων σου βοικῶν κτημῶν σὺν τροφαῖς αὐτῶν καὶ κυκλευτῇ καὶ βουκολῷ, μισθοῦμαι δὲ ἐπὶ τὸν αὐτὸν ἐνιαύσιον χρόνον τὸ ὑπάρχον σοι πωμάριον ἐκ νότου τοῦ αὐτοῦ χωρίου, φόρου τοῦ πρὸς ἀλλήλους συμπεφωνημένου ὑπὲρ τῶν ἐνόντων ἐν αὐτῷ φυτῶν πάντων καὶ φοινίκων ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων εἴκοσι ἑνός, γίνονται ἀργυρίου τάλαντα κα, ἀφʼ ὧν ἐκκρούεις μοι ὑπὲρ μισθοῦ τῆς χερικῆς ἐργασίας τοῦ ἀμπελικοῦ χωρίου τάλαντα δέκα, τὰ δὲ λοιπὰ τάλαντα ἕνδεκα ἀποδώσω σοι ἐπὶ προθεσμίας ἀπὸ μηνὸς Παῦνι τοῦ ἐνεστῶτος ἔτους τῆς σὺν θεῷ ἐσομένης μετὰ ταύτην ὑπατείας ἤτοι …ἰνδικτίονος ἀνυπερθέτως καὶ ἀκοιλάντως παρέξω δέ σοι ἐν τῷ καιρῷ τῆς τρύγης δελφάκιον ἓν καὶ τὴν ὑπηρεσίαν τῶν σταφυλοπατητῶν ἐπάναγκες τῇ ιη μόνον ἐν ἄρτοις καὶ …εουσι καὶ ἄλλοις καὶ ἐπὶ τέλει τοῦ ἐνιαυσίου χρόνου παραδώσω σοι τὸ προκείμενόν σου ἀμπελικὸν χωρίον καὶ πωμάριον καθαρὸν ἀπὸ βοτάνης καὶ δείσης πάσης καὶ τὴν ἄμπελον ζωοφυτοῦσαν καὶ εὐθαλοῦσαν καὶ τὰ ἐνόντα φυτὰ πάντα πεφυτευμένα εἰς τὸ εἶναι ἐν τῇ κρατίστῃ ἐπιμελείᾳ, ἐμοῦ ποιοῦντος τὴν καλαμουργίαν καὶ τὰ τείχη συνεστηκότα, τῶν δημοσίων καὶ ἀννωνῶν καὶ ἐπιβολῶν παντοίων ὄντων πρὸς σέ, τὸν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Τῦβι ϛ. Αὐρήλιος Σιλβανὸς Πεκύσιος ἐξείληφα πρὸς μίσθωσιν ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Σιλβανοῦ ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. μίσθωσις Αὐρηλίου Σιλβανοῦ ἀμπελουργοῦ χωρίου περὶ Ταροῦθιν.