Ancient Greek
P.Vind.Sijp. 14
Documentary Papyri, P.Vind.Sijp. 14
Not analysed yet
παρά Φοιβάμμωνος Σενουθίου σιτομέτρου ἀπὸ Ἑρμοῦ πόλεως τῷ θαυμασιωτάτῳ Ταυρίνῳ Κύρου ἀπὸ Ἑρμοῦ πόλεως χαίρειν. ἐδεξάμην παρά σου ἀπὸ τῆς τιμῆς τῶν τοῦ σίτου ἀρταβῶν τριάκοντα καθαροῦ χρυσοῦ κεράτια ἓξ γίνεται χρυσοῦ κεράτια ϛ καὶ ἑτοίμως ἔχω παρασχεῖν σοι ἐντάγιον τούτων μεθʼ ὑπογραφῆς τοῦ δημοσίου ναύτου. εἰ δὲ ζητῶ ὑπέρθεσιν διδόναι τοῦ μὴ παρασχεῖν σοι τὸ ἐντάγιον τῶν τοῦ σίτου ἀρταβῶν τριάκοντα σὺν ναύλοις καὶ ἑκατοσταῖς καὶ εἰκοσταῖς καὶ παντοίοις ἀναλώμασι, ἑτοίμως ἔχω παρασχεῖν τὴν τιμὴν τῶν αὐτῶν τριάκοντα ἀρταβῶν τοῦ σίτου κατὰ τὴν πολιτευομένην τιμὴν ἐγράφη …ιβ ἰνδικτίωνος. Αὐρήλιος Φοιβάμμων Ζουνιθίου σιτομέτρης στοιχεῖ ἰδίᾳ τῇ χειρὶ ὡς πρόκειται.