Ancient Greek
P.Vind.Sijp. 15
Documentary Papyri, P.Vind.Sijp. 15
Not analysed yet
Αὐρήλιος Πάρις Ἑρμαπόλλωνος βουλευτὴς Ἑρμοῦ πόλεως Αὐρηλίῳ Εὐτυχίδῃ Σιλβανοῦ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ὀφείλειν σοι ἀπὸ λόγου τῆς ἀποχῆς β ἰνδικτίωνος τῆς ἐμῆς κτήσεως κριθῶν ἀρτάβας ἑξήκοντα καὶ ὑπὲρ ἀναλώματος πέντε γίνονται κριθῶν ἀρτάβαι ξεἐφʼ ᾧτέ με ἀποκαταστήσειν σοι ἀμέμπτως καὶ ἀνυπερθέτως. Αὐρήλιος Πάρις ὁ προκείμενος ἐξέδωκα τὴν χεῖρα πρὸς ἀσφάλειαν ὡς πρόκειται. οὕτως τελῶ· ἐν Φαῶφι μηνὶ τριακάδι ἀρτάβας κ τῷ β 𐅵Ἁθὺρ τριακάδι ἀρτάβας κ τῷ β 𐅵,Χοιὰκ τῇ λ πρόλοιπα ἀρτάβας κ ἀναμφιβόλως. Αὐρήλιος Πάρις Ἑρμαπόλλωνος στοιχεῖ μοι καὶ ἐστίν μου ἰδιόγραφον. Πάρις Ἑρμαπόλλωνος.